Τετάρτη, 4 Νοεμβρίου 2015

ΝΟΕΜΒΡΙΟΥ 4 ΓΕΩΡΓΙΟΣ ΟΣΙΟΣ ΚΑΡΣΛΙΔΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ, ΧΑΙΡΕΤΙΣΜΟΙ, ΕΓΚΩΜΙΑ


ΝΟΕΜΒΡΙΟΣ Δ΄!!
ΓΕΩΡΓΙΟΣ ΚΑΡΣΛΙΔΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια· Ἱ. Μ. Ἀναλήψεως Σίψα Δράμας)

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Διαθερμαίνεις καρδίας πιστῶν Γεώργιε, πρὸς μίμησιν ἀγώνων, ὑπὲρ φύσιν σου πάτερ, καὶ ζῆλον ἐπαυξάνεις πάντων ἡμῶν, πρὸς τῆς κλίμακος ἄνοδον, τῶν ἀρετῶν ὧν ἐδείχθης ὑπογραμμός, καὶ κανὼν καὶ γνώμων Ὅσιε.

Ἀργυρουπόλεως γόνον τοῦ Πόντου βλάστημα, καὶ μυροβόλον κρίνον, Δράμας μέλψωμεν πάντες, Γεώργιον Καρσλίδην τὸν θεαυγῆ, ὡς τῆς χάριτος σκήνωμα, ὁσίων κέρας καὶ κλέισμα τιμαλφές, ὁμολογητῶν τῆς πίστεως.

Τῆς διακρίσεως βάθρον καὶ διοράσεως, τὸν φωτοφόρον λύχνον, ἐπαινέσωμεν ὕμνοις, Γεώργιον τὸν νέον ἐν ἀσκηταῖς, θεοσόφοις ἀμάρυγμα, φωταγωγοῦν προστασίας αὐτοῦ βολαῖς, Ὀρθοδόξων τὰ συστήματα.

Σκληραγωγούμενος πόθῳ σεπτὲ Γεώργιε, εἰς Γεωργίας Μάνδραν, σὴν ροπὴν τὴν ἁγίαν, κατέδειξας τοῖς πᾶσι καὶ μοναστῶν, ἀνεδείχθης ὑπόδειγμα· διὸ καὶ χάριν ἀπείληφας ἐκ Θεοῦ, θεραπεύειν τὰ νοσήματα.

Ἀνεκομίσθη ἐκ τάφου χαριτοβρύτου σου, ἀρτίως σῶν λειψάνων, ἡ σορὸς εὐωδίας, ἀῤῥήτου ἐμπιπλῶσα μοναζουσῶν, τοῦ πανσέπτου Σεμνείου σου, ψυχὰς καὶ δῆμον ἁπάντων τῶν εὐσεβῶν, προσπιπτόντων σοι Γεώργιε.

Δεῦτε πιστοὶ συνελθόντες ἐγκωμιάσωμεν, ἐν τῇ σεπτῇ τῆς Δράμας, Ἀναλήψεως Μάνδρᾳ, δομήτορα τὸν θεῖον ταύτης λαμπρῶς, θεοφόρον Γεώργιον, ὅνπερ ἡ χάρις ἀνέδειξε τοῦ Θεοῦ, θαυμασίων ξένων χείμαῤῥον.

Δόξα. Ἦχος πλ. α´.
Τὸν διακριτικὸν Ὅσιον, τὸν ἔχοντα πάντοτε λόγον ἅλατι ἠρτυμένον καὶ νουθετῶντα καὶ διδάσκοντα τοὺς αὐτῷ προσιόντας, Γεώργιον, τὸν τῆς Ἀναλήψεως τοῦ Σεμνείου σεπτὸν δομήτορα, εὐσχημόνως τιμήσωμεν καὶ ἐν κατανύξει αὐτῷ βοήσωμεν· ὁ πλήθους χριστωνύμων ἐξαγορεύσας τὰ παραπτώματα καὶ ὁδηγήσας αὐτὸ πρὸς ἀρετῆς κτῆσιν καὶ τελείωσιν, ὁδήγησον καὶ ἡμᾶς εὐχαῖς σου πρὸς σωτηρίαν, τοὺς μεγαλύνοντας τοὺς ἀτρύτους πόνους σου καὶ εὐλαβῶς προσκυνοῦντας τὴν χαριτόβρυτον σορὸν τῶν πανιέρων λειψάνων σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β´ 1 - 11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α´ 1 - 10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν
ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 1 - 9)
Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α´.
Τὸν τῆς Ἀργυρουπόλεως γόνον καὶ Πόντου τὸ περίδοξον βλάστημα, Γεώργιον, τὸν ἐξαιρέτως ἐν 2ράμᾳ τιμώμενον Ὅσιον, ὡς νεόδμητον ἔπαλξιν πίστεως τιμήσωμεν κράζοντες· ἀρετῶν πρόβολε καὶ χαρίτων θείων κειμήλιον, ὁ Χριστῷ συναγαλλόμενος ἐν σκηναῖς οὐρανίαις, μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Ἦχος β´.
Τὸν τῆς ὁμολογίας λαβόντα στέφανον καὶ δι᾿ ἀσκήσεως συντόνου τὸν δόλιχον σταδιεύσαντα τοῦ βίου, Γεώργιον, τὸ νεοσμίλευτον τῆς ἀρετῆς ἀνυμνήσωμεν ἄγαλμα· οὗτος γὰρ φυγὼν ἐχθρῶν τῆς μήνιος θείᾳ χάριτι καὶ τὸ πνεῦμα ζωώσας ἀσκητικοῖς κατορθώμασι πνευματικὸς πατὴρ πολλῶν Δραμινῶν ἐχρημάτισε· καὶ νῦν ἀνελθὼν εἰς πόλον δόξης Χριστῷ ὑπήντησε, τῷ παρέχοντι πᾶσιν αὐτοῦ ἱκεσίαις τὸ πλούσιον ἔλεος.

Ἦχος γ´.
Σεμνύνεται τοῖς σοῖς σπαργάνοις ὁ ἁγιοφρούρητος Πόντος καὶ χαίρει Δραμινῶν εὐσεβῶν ἡ ὁμήγυρις τῇ σῇ θεοφιλεῖ πολιτείᾳ καὶ θαυμασίων σου τῷ πλήθει, Γεώργιε παμμακάριστε· σὺν αὐτοῖς σκιρτᾷ καὶ χορεύει Ἀναλήψεως τοῦ Κυρίου ἡ Μάνδρα, ἣν ἰδίαις σου χερσὶν ἐδόμησας, κατέχουσα ἐν κόλποις τὴν χαριτόβρυτον σορὸν τῶν λειψάνων σου· αὐτὴν καὶ ἡμεῖς πανευλαβῶς ἀσπαζόμενοι καὶ πληρούμενοι θείας χαρᾶς καὶ εὐφροσύνης ἐξαιτούμεθα τὰς θεοπειθεῖς σου πρεσβείας πρὸς βίον κρείττονα.

Ἦχος δ´.
Τὸ τῆς Ἀναλήψεως τοῦ Κυρίου Σεμνεῖον ἐν τῇ κώμῃ τῶν Ταξιαρχῶν τῆς θεοσώστου Δράμας, ὅπερ χερσί σου ἐδόμησας, Γεώργιε, ἐργαστήριον προσευχῆς καὶ νήψεως ἀνέδειξας· ἐν αὐτῇ καὶ ἡσύχως τὴν ψυχὴν παραδοὺς εἰς χεῖρας Θεοῦ ζῶντος ἀπῆλθες Αὐτῷ συγχαίρειν εἰς τοὺς αἰῶνας καὶ πρεσβεύειν ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα. Ἦχος ὁ αὐτός.
Τὸν κρατήσαντα τὸν νοῦν εἰς τὸν ᾍδην καὶ ἀξιωθέντα τοῦ ἀκτίστου φωτὸς ἀπολαῦσαι πεφωτισμένον πατέρα ὑπὸ τοῦ φωτὸς τοῦ Θαβωρίου, Γεώργιον, τὸν ἀσκητὴν τῆς Δράμας, εὐφημήσωμεν πιστῶς βοῶντες· ὁ σοφῶς ἰθύνας τοὺς σοὶ προστρέχοντας πρὸς φέγγος τὸ ἄδυτον διαλύων αὐτῶν τὴν σκοτόμαιναν τῆς ἀπογνώσεως, πυρσεύμασι τῆς ἀσκητικῆς σου παῤῥησίας, φώτισον ἡμῶν τὰς τρίβους πρὸς μέθεξιν τῆς ἀρετῆς καὶ τῆς θεώσεως.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐν ἐσχάτοις καιροῖς, ὁσιοτάτων ἀσκητῶν κατορθώματα, ἐρήμου τῆς Παλαιστίνης, καὶ τῆς Αἰγύπτου λαμπρῶς, ἀναζωγραφήσας πάτερ ὅσιε, τρισμάκαρ Γεώργιε, γόνε Ἀργυρουπόλεως, Ποντίων εὖχος, Ἐκκλησίας ὡράισμα, Δράμας σέμνωμα, καὶ νεόφωτον πύρσευμα, Μάνδρας τῆς Ἀναλήψεως Χριστοῦ ἐνθεώτατε, ἐξ οὐρανίου εὐκλειας ὁ περισκέπων ἀείποτε, τοὺς σοὶ προσιόντας, καὶ τιμῶντάς σου τὴν μνήμην ψαλμοῖς καὶ ᾄσμασι.

Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίροις, ὁ ἀγαπήσας Χριστόν, ἐκ τῆς νεότητος σου χρόνων Γεώργιε, καὶ ὅλον ἀφιερώσας βίον Αὐτῷ σὸν σεπτόν, κλέισμα Ποντίων πολυτίμητον· Αὐτοῦ θείᾳ χάριτι, φυλακὴν καθυπέμεινας, καὶ διεσώθης, ἐκ θανάτου πανόλβιε, ἵνα στέφανον, λάβῃς ὁμολογίας σου, καὶ κατὰ πνεῦμα τέκνα σου ἐκ τοῦ αἰωνίζοντος, σώσῃς θανάτου εὐχαῖς σου καὶ διδαχαῖς θεοπνεύστοις σου, σοφὲ ποδηγέτα, εὐσεβῶν καὶ κατευθῦντορ αὐτῶν πρὸς θέωσιν.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ ταπεινὸς ἀσκητής, τῆς ἀσιτίας ἐραστὴς καὶ τῆς νήψεως, εὐχῆς τῆς ἀδιαλείπτου ὁ φωτοφόρος ἀστήρ, Μάνδρας θεῖε κτίτορ Ἀναλήψεως, τῆς Δράμας Γεώργιε, θείου Πνεύματος ὄργανον, καὶ ὁδοδείκτα, τῶν πιστῶν πρὸς τελείωσιν, ἐκβοῶμέν σοι, φιλοσίων οἱ σύλλογοι· πρέσβευε οὖν μακάριε, ὑπὲρ τῶν τιμώντων σε, καὶ ἐκτελούντων σὴν μνήμην τὴν σεβασμίαν καὶ πάμφωτον, Χριστῷ τῷ Σωτῆρι, τῷ παρέχοντι εὐχαῖς σου ἡμῖν τὸ ἔλεος.

Δόξα. Ἦχος πλ. δ´.
Τὸν ἐν ἀσθενικῷ σώματι κρύπτοντα ὑγιεστάτην καρδίαν, καὶ μνήμην διηνεκῆ ἔχοντα θανάτου, Γεώργιον, τοὐπίκλην Καρσλίδην, τὸν ἀοίδιμον, μελισταγέσιν εὐφημήσωμεν ᾄσμασιν· οὖτος γὰρ τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβὼν ἐπωμάδιον ἀγογγύστως διήνυσε τῆς ἀσκήσεως τὸ στάδιον καὶ Μονὴν τῇ Αὐτοῦ Ἀναλήψει ἐν Δράμᾳ ἐδόμησεν· ἣν ἐργαστήριον εὐχῆς καὶ ὁσιότητος ἀνέδειξεν· ἐν αὐτῇ καὶ τὸν ἀγῶνα καλῶς τελέσας μετέστη ἐκ τοῦ θανάτου πρὸς τὴν ζωήν, ἵνα Χριστῷ συνεῖναι, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀναλήψεως Μάνδρας σεπτῆς δομήτορα, χαροποιοῦ πένθους μύστην καρδιακῆς προσευχῆς, ταπεινώσεως καὶ νήψεως τὸ ἔσοπτρον, ὕμνοις Γεώργιον πιστοί, ὥσπερ ὁμολογητῶν τιμήσωμεν νέον εὖχος, βοῶντες· φρούρει θεόθεν σημειοφόρε τοὺς ἱκέτας σου.
Δόξα. Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Θείας χάριτος ῥεῖθρον θεοφόρον Γεώργιον, καὶ κρουνὸν θαυμάτων παντοίων εὐφημήσωμεν κράζοντες· δομῆτορ Ἀναλήψεως Μονῆς, καὶ Δράμας ἀντιλήπτορ καὶ φρουρέ, μὴ ἐλλίπῃς ἱκετεύων, τὸν μεγαλύναντά σε πάτερ Ὅσιε· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ νεαυγῶν σε ἀσκητῶν πυξίον δείξαντι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.


ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α´ Στιχολογίαν Κάθισμα. Ἦχος α´. Χορὸς ἀγγελικός.
Ὁσίων ἀσκητῶν, ἐγκαλλώπισμα νέον, Γεώργιε σεπτέ, Πόντου βλάστημα θεῖον, καὶ Δράμας διάκοσμε, ὁ δομήσας περίδοξον, Μάνδραν μόχθοις σου, τῇ τοῦ Χριστοῦ Ἀναλήψει, διασκέδασον, ἡμῶν ἀχλὺν ἁμαρτίας, εὐχαῖς σου Γεώργιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἀγγέλων χαρμονή, καὶ ἀγλάισμα θεῖον, πιστῶν καταφυγή, καὶ θερμὴ προστασία, ἁγνὴ ἀειπάρθενε, Θεοτόκε πανύμνητε, ἐπιβράβευσον ἡμῖν χαρὰν οὐρανίαν, τοῖς ἐν θλίψεσι, κατακειμένοις παντοίαις, τῇ θείᾳ σου χάριτι.

Μετὰ τὴν β´ Στιχολογίαν Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Θαυμάτων ἀκένωτος πηγὴ καὶ φρέαρ πολλῶν, ἰάσεων ἄφθονος ἐδείχθη ἄρτι σεπτέ, ἡ θήκη λειψάνων σου, ἣν προσκυνοῦντες πόθῳ, ἀρυόμεθα ὕδωρ, σῶν θεϊκῶν χαρίτων, ἀρωγῆς καὶ εὐνοίας, τῆς θείας σου πρὸς πάντας ἡμᾶς, μάκαρ Γεώργιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν ἡ κυήσασα τὸν τοῦ Ὑψίστου Υἱόν, ἁγνὴ ἀειπάρθενε ταῖς μητρικαῖς σου λιταῖς ἡμῖν ἐπιβράβευε, πᾶσιν ἰσχὺν καὶ σθένος, τοῖς ἐν ὕμνοις τιμῶσι, σὲ ὡς Θεοῦ μητέρα, καὶ προστάτιν καὶ ρῦστιν, ἡμῶν ἐκ συμφορῶν ἀλγεινῶν, καὶ περιστάσεων.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Πόντος σεμνύνεται, σεπτοῖς σπαργάνοις σου, καὶ Ἀναλήψεως, Μονὴ λειψάνοις σου, τοῖς πανιέροις ἀσκητὰ Γεώργιε θεοφόρε, ἣν χερσὶ τιμίοις σου, ἄρτι πάτερ ἐδόμησας, Δράμας ὁμηγύρεως, ποδηγὲ πρὸς τελείωσιν, πιστῶν ἐν κατανύξει βοώντων· Χαῖρε Ὁσίων νέων εὖχος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαίρε ἡ Κεχαριτωμένη.

Τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον (Λουκ. ι´ 1 - 15): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου… Ζήτει τῇ Παρασκευῇ τῆς Ε΄ ἑβδομάδος τοῦ Λουκᾶ.
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β´. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν ἀναλωθέντα τῇ ἀπλανεῖ λαοῦ ποδηγεσίᾳ καὶ συμπαθείᾳ καὶ ἀγάπῃ πρὸς πάντα πλησίον, Γεώργιον, τὸν νεόφωτον τῆς Δράμας φωστῆρα οἱ πιστοὶ ἐγκωμιάσωμεν τρανῶς βοῶντες· Χριστοῦ φίλε γνήσιε, ὁμολογητῶν πίστεως ὁ λαβὼν τὸ διάδημα, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, μὴ παύσῃ αὐτοῦ δεόμενος ὑπὲρ τῶν τιμώντων τὰ σεπτὰ ἀσκητικά σου παλαίσματα.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Γεώργιον, νεοφανῆ Δράμας ὑμνῶ ἀστέρα. Χ.
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Γεώργιον Ὅσιον τὸν ἀσκητὴν τὸν θειότατον, ἀσκήσει τὸν λάμψαντα ἐν τοῖς ἐσχάτοις καιροῖς, καὶ δομήσαντα, ἐν Ταξιάρχαις Δράμας, Μονὴν ἀνυμνήσωμεν, τῆς Ἀναλήψεως.
Ἐκβλάστημα τίμιον τοῦ Πόντου ἀνευφημήσωμεν, πολύφορον ἄσταχυν φέρον πολλῶν ἀρετῶν, ὁσιώτατον, Γεώργιον τοὐπίκλην, Καρσλίδην ὡς πίστεως, ἄνθος ἡδύπνευστον.
Ὡς λύχνον νεόφωτον Θεοῦ σοφίας καὶ νήψεως, Γεώργιον μέλψωμεν τὸν ταχινὸν Δραμινῶν, ἀντιλήπτορα, καὶ φύλακα καὶ ῥύστην, ἐκ πάσης στενώσεως, καὶ περιστάσεως.
Θεοτοκίον.
Ῥεόντων ὑπέρτερον τὸν σὸν ἱκέτην ἀνάδειξον, ἁγνὴ ἀειπάρθενε καὶ ζηλωτὴν ἀληθῆ, ἀφθαρτότητος, Κυρία Θεοτόκε, ἡ καθοδηγοῦσά με, βίον πρὸς κρείττονα.

ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
Γεώργιε πάνσεπτε δομῆτορ Μονῆς Ἀναλήψεως ἐχθρόν, πυκτεύων προσευχόμενος σκληραγωγὼν τὴν σάρκα σου, καὶ ἀσιτῶν προσείλκυσας πλουσίως χάριν τοῦ Πνεύματος.
Ἰσχύσας τὸν πλάνον θριαμβεῦσαι Γεώργιε νήψει καὶ εὐχῇ, ἐκ χρόνων σου νεότητος Κυρίῳ εὐηρέστησας, τῷ σὲ θαυμάτων δείξαντι παντοίων βρῦσιν πολύῤῥυτον.
Ὁ Πόντος καυχᾶται σοῖς σπαργάνοις καὶ Δράμα σῇ θείᾳ ἀρωγῇ, θεοειδὲς Γεώργιε ὁσίων νέον κόσμημα, καὶ ἀσκητῶν ἀγλάισμα περιφανὲς καὶ περίλαμπρον.
Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε Ὑψίστου τοῦ Λόγου Παρθένε ἀγαθή, ναοὺς ἡμᾶς ἀνάδειξον ἀγάπης καὶ συνέσεως, τοὺς σπεύδοντας ἀείποτε τῇ ἀῤῥαγεῖ προστασίᾳ σου.

Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Εὐηρέστησας, τῇ σῇ ἀσκήσει, τῷ Παντάνακτι, Θεῷ τρισμάκαρ, καὶ κατηύφρανας χοροὺς τῶν τιμώντων σε, τῇ θεαυγεῖ ἀσκητὰ πολιτείᾳ σου, καὶ θαυμασίων σου πλήθει Γεώργιε· πάτερ Ὅσιε τοὐπίκλην Καρσλίδη, πρέσβευε Χριστῷ ὑπὲρ τῶν ὕμνοις μελῳδούντων σε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Εὐσυμπάθητε, Θεογεννῆτορ, καταφύγιον, ἐμπεριστάτων, καὶ ἐν θλίψεσι δειναῖς παραμύθιον, στενόντων τῶν ἀνυμνούντων σε πάντοτε, ἴσθι προστάτις ἀκέστωρ καὶ πρόμαχος, καὶ κατεύθυνε τοὺς δούλους σου πρὸς μετάνοιαν, καὶ κτῆσιν ἀρετῆς καὶ ὁλοκλήρωσιν.

ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Νέον ἄστρον εὐσεβείας, θεοφόρε Γεώργιε, τὸ ἐξανατεῖλαν, ἐκ τοῦ Πόντου καὶ ἀμαρύγμασι, τῶν σῶν ἀγώνων φαιδρύνας Δράμαν ἔλυσας, την σκοτόμαιναν τῶν ταπεινῶς προστρεχόντων σοι.
Ἐλεημοσύνης κέρας, καὶ ἀγάπης Γεώργιε, λαμπηδὼν ἰθύντωρ, ἀπλανὴς πιστῶν πρὸς μετάνοιαν, καὶ σωτηρίαν ἐπώφθης· ὅθεν χαίροντες, ἑορτάζομεν τὴν ἀεισέβαστον μνήμην σου.
Ὁ χορὸς εὐσεβοφρόνων, Δραμινῶν καταφεύγει σοι, ἐν τοῦ βίου ζάλαις, ἀσκητὰ Καρσλίδη Γεώργιε, καὶ μεγαλῦνον ἀγῶνας τοὺς πανσέπτους σου, ἀπεκδέχεται τὴν ταχινὴν προστασίαν σου.
Θεοτοκίον.
Φέγγει θείων πρεσβειῶν σου, ἀγαθὴ Μητροπάρθενε, Κεχαριτωμένη πρὸς τὸν Φωτοπάροχον Τόκον σου, διασκεδάζεις τὴν ζόφωσιν τῶν θλίψεων, τῶν τιμώντων σε ὡς Θεοτόκον ἀείποτε.

ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Ἀσκήσας Γεώργιε ὡς ἄσαρκος τὴν κλίμακα, ἀρετῶν ἀνῆλθες τοῖς Ἀγγέλοις, ἀεὶ συγχαίρειν ἐν οὐρανίαις μοναῖς, Μονὴν Ἀναλήψεως ἐν γῇ, ὅτε ἐγκατέλιπες, ἣν ἐδόμησας μόχθοις σου.
Νεκρώσας τὴν σάρκα σου Γεώργιε ἰσάγγελε,καὶ αὐτῆς ἐπιθυμίας πάσας, σὸν πνεῦμα πόνοις ἀσκητικῆς ἀγωγῆς, ἐζώωσας νῦν ἐν οὐρανοῖς, τὸ ἀγαλλιάσεως, ἀπολαῦον ἀτέρμονος.
Ἡγίασεν Ὕψιστος τὸ σκῆνός σου Γεώργιε, ὅπερ σοῖς κατέτηξας ἀτρύτοις, πόνοις ἐν Δράμᾳ ἀρτίως ἐγκρατευτά, Ποντίων ἐκβλάστημα σεπτόν, ἄνθη εὐωδέστατα, τὸ βλαστῆσαν θεώσεως.
Θεοτοκίον.
Δυνάμωσον δούλους σου ἀεί σε μακαρίζοντας, Κεχαριτωμένη Θεοτόκε, πατῆσαι πλάνου τοῦ ἀρχεκάκου Σατάν, παγίδας καὶ πᾶν αὐτοῦ ταχύ, ἐπηρμένον φρύαγμα, ὑπερύμνητε Δέσποινα.

ᾨδὴ στ´. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Ῥοαῖς ἱδρώτων ἀπαύστων σου καὶ ῥείθροις ἀειῤῥύτοις δακρύων σου τῆς Ἀναλήψεως, Μονὴν ἐπίανας Ὅσιε Γεώργιε χερσί σου, ἥνπερ ἐδόμησας.
Ἀλεῖπτα θεῖε πρὸς θέωσιν χοροῦ μοναζουσῶν τοῦ Σεμνείου σου καὶ ὁμηγύρεως, τῶν Δραμινῶν προστρεχόντων σοι, Γεώργιε χαρίτων ἐπώφθης τέμενος.
Μακάρων πάντων ὁμόσκηνος ὑπάρχεις ἐν Ἐδὲμ τοῖς σκηνώμασι, μάκαρ Γεώργιε, οὗ θαυμασίων ἀνέδειξε χειμάῤῥουν τὸ σὸν σκῆνος, Χριστὸς δοξάζων σε.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε ἀνέρχεσθαι βαθμίδας ἀρετῶν καταξίωσον τοὺς μακαρίζοντας, σὲ μελῳδίαις εὐσχήμοσιν, ὑπερευλογημένη Θεογεννήτρια.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Τὸν γεωργὸν τῆς ἀρετῆς τὸν ἀκατάβλητον, ψυχὰς ἀρότρῳ εὐσεβείας γεωργήσαντα, καὶ ἀγάπης μελωδήσωμεν εὐσχημόνως, ἐν τοῖς χρόνοις τοῖς ἐσχάτοις καὶ δομήσαντα, Ἀναλήψεως Μονὴν ἐν Δράμᾳ κράζοντες, ὕμνοις πρέπουσι· Χαῖροις, μάκαρ Γεώργιε.
Ὁ Οἶκος.
Ἄγγελος σάρκα φέρων, καὶ τὸν νοῦν περιφέρων, εἰς δώματα Γεώργιε πόλου, ἀνεδείχθης καὶ πάντων ῥευστῶν, ὑπερόπτης μάκαρ ἀσκητῶν ἔκτυπον· διό σε μακαρίζοντες, κραυγάζομεν ἐν εὐλαβείᾳ·
Χαῖρε, ἡ βάσις τῆς σωφροσύνης·
χαῖρε, ἡ λάμψις ἀγαθωσύνης.
Χαῖρε, εὐσεβῶν Δραμινῶν ἀγαλλίαμα·
χαῖρε, ἀσκητῶν θεοφόρων ὑπόδειγμα.
Χαῖρε, Πόντου εὐθαλέστατος καὶ περίδοξος βλαστός·
χαῖρε, κόσμου ὁ ἀνύστακτος καὶ φανότατος πυρσός.
Χαῖρε, θεῖος δομῆτορ ἀναλήψεως Μάνδρας·
χαῖρε, πάνυ ἀκέστωρ καὶ προστάτης τῆς Δράμας.
Χαῖρε, λαμπτὴρ ζωῆς ἐλεήμονος·
χαῖρε, ἀστὴρ ἡμῶν ἀγαπήσεως.
Χαῖρε, τὴν πίστιν ὁ ὁμολογήσας·
χαῖρε, τὴν χάριν τοῦ Θεοῦ ὁ ἑλκύσας·
Χαῖρε, μάκαρ Γεώργιε.

Συναξάριον.
Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Γεωργίου Καρσλίδη, τοῦ ὁμολογητοῦ
Χριστοῦ ἔδειξας σὴν ψυχὴν γεώργιον,
ἀγάπη πιαινόμενον, Γεώργιε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωαννικίου τοῦ Μεγάλου τοῦ ἐν Ὀλύμπῳ.
Τὸν Ἰωαννίκιον ἐκ γῆς λαμβάνει
Ὁ τῷ λόγῳ γῆν τοῦ Θεοῦ πήξας Λόγος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἰερομαρτύρων· Νικάνδρου ἐπισκόπου Μύρων καὶ Ἑρμαίου τοῦ πρεσβυτέρου.
Χριστὸν ποθοῦντας ζῶντας Μάρτυρας δύω,
Καὶ ζῶντας ἐνθάπτουσι πικρῶς τῷ τάφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάρτυς Πορφύριος ὁ ἀπὸ μίμων, ξίφει τελειοῦται.
Ὁ Πορφύριος εὐστόλιστος ἐκ ξίφους,
Λαμπρὰν στολισθεὶς πορφύραν ἐξ αἱμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις εἰς τὸν θρῆνον τοῦ Προφήτου Ἱερεμίου περὶ τῆς Ἱερουσαλήμ, καὶ εἰς τὴν ἅλωσιν ταύτης, καὶ περὶ τῆς ἐκστάσεως Ἀβιμέλεχ
Mάτην τί θρηνεῖς τὴν ὑβρίστριαν πόλιν,
ὦ των Προφητών πενθικώτατος πέλων;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἰωάννου τοῦ Βατάτζη, τοῦ ἐλεήμονος βασιλέως
Kάτω βασιλεὺς ὢν τὸ πρὶν στεφηφόρε,
ἄνω βασιλεὺς νῦν ἐδείχθης, ὦ κλέους!

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μερκουρίου τοῦ νηστευτοῦ τοῦ Ῥώσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Στῦλε πίστεως ἀσάλευτε Γεώργιε πάντας ἐστήριζες ταῖς νουθεσίαις ταῖς σαῖς, καὶ ποδηγεσίᾳ σου σεπτῇ τοῖς σπεύδουσι, πνευματέμφορε, Γεώργιε διδάσκαλε, κεχαριτωμένε κόσμου
Ὑμνῳδίαις σε εὐτάκτοις μεγαλύνομεν σεπτὲ Γεώργιε τῶν Δραμινῶν ἀρωγόν, ταχὺν καὶ κοσμήτορα Χριστοῦ τῆς πίστεως, καὶ λειψάνων σου * σορὸν τὴν χαριτόβρυτον, προσκυνοῦμεν θεοφόρε.
Μεγαλύνοντες καμάτους σου Γεώργιε πρὸς ὁλοκλήρωσιν πανευλαβῶς τὴν σεπτήν, σορὸν τῶν λειψάνων σου κατασπαζόμεθα, ἣν ὡς ἄσυλον, κατέχει Ἀναλήψεως, ἡ Μονὴ ἐν Δράμᾳ ὄλβον.
Θεοτοκίον.
Νίκας δίδου μου κατὰ τοῦ πολεμήτορος Θεογεννήτρια τῷ σὲ ὑμνοῦντι πιστῶς, αὐτὸν ἡ νικήσασα διὰ τοῦ Τόκου σου, τοῦ οἰκτίρμονος, Χριστοῦ Ὧ δόξαν πέμπομεν, γεγηθότες καθ᾿ ἑκάστην.

ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Ὥσπερ ῥόδα ἔαρος εὐώδη Γεώργιε θαυμαστὲ ἀνεκομίσθησαν, ἄρτι σοῦ τὰ λείψανα, τάφος ἃ κατέκρυπτεν, ὡς ὄλβον πολυτίμητον ὁ θαυματόβρυτος, καὶ ἃ νῦν καθηδύνουσι πάντας, τοὺς ἀσπαζομένους αὐτὰ μετ᾿ εὐλαβείας.
Ἄστρον νεαυγὲς χρηστοηθείας ἐν Πόντου τὸ ἀνατεῖλαν γῇ Γεώργιε, Γεωργίαν ηὔγασας, χώραν μετανοίας σου, καὶ Δράμαν τὴν ἐξάκουστον ἐν ᾗ ὡς ἄσαρκος, ἐβίωσας καὶ ἣν ἁγιάζεις, νῦν χαριτοβρύτῳ σορῷ τῶν σῶν λειψάνων.
Σμύλῃ τῶν σοφῶν νουθεσιῶν σου ἐσμύλευσας τὰς ψυχὰς τῶν προστρεχόντων σοι, θαυμαστῶς Γεώργιε, ποδηγέτα ἄριστε, λαοῦ πρὸς τὴν μετάνοιαν καὶ ὁλοκλήρωσιν, δομῆτορ Ἀναλήψεως Μάνδρας, τῆς σεπτῆς καὶ θείας Ταξιαρχῶν ἐν κώμῃ.
Θεοτοκίον.
Τόμε παρθενίας καὶ ἁγνείας χρυσόδετε Παναγία Μητροπάρθενε τῶν παρθένων σύλλογον, φύλαττε ἀείποτε, καὶ τῶν μεγαλυνόντων σε πιστῶν συστήματα, εἰς πάντας τοὺς αἰῶνας Κυρία, οὐρανῶν καὶ κόσμου διάσωσμα τὸ θεῖον.

ᾨδὴ θ´. Ἅπας γηγενής.
Ἔαρος ὀδμάς, ἐκχέει λειψάνων σου ἡ πανσεβάσμιος, θήκη πνευματέμφορε, ἣν προσκυνοῦντες ἁγιαζόμεθα, Γεώργιε ἀείποτε τῆς Δράμας πρόμαχε, ἀντιλῆπτορ, καὶ φρουρὲ ἀνύστακτε, ἣν ἡγίασας ῥείθροις δακρύων σου.
Ῥώμην καὶ ἰσχύν, καὶ δύναμιν ἅπασι πιστοῖς Γεώργιε, σὲ τοῖς μακαρίζουσιν, ἀξιοχρέως βραβεύεις Ὅσιε, Ποντίων ἐγκαλλώπισμα καὶ νέον σέμνωμα, καὶ ταμεῖον, χάριτος ἀδάπανον, θεοβράβευτε πάτερ ἀοίδιμε.
Ἄνωθεν ἡμᾶς, ἐπόπτευε Ὅσιε τοὺς ἀνυμνοῦντάς σε, θεαυγὲς Γεώργιε καὶ περιφρούρει καὶ καθαγίαζε, μυράλειπτρον πανεύοσμον τῆς θείας χάριτος, καὶ πυξίον, διαυγὲς χρηστότητος, Δραμινῶν ἐπαρχίας διάκοσμε.
Θεοτοκίον.
Χαῖρε Μαριάμ, κρουνὲ ἀκεσώδυνε καὶ φρέαρ χάριτος, χαῖρε κόσμου καύχημα, Θεογεννῆτορ καὶ καταφύγιον, ἐμπεριστάτων δούλων σου χαῖρε ἀλάνθαστε, κατευθῦντορ, χοϊκῶν πρὸς θέωσιν, οὐρανῶν ὑπερτέρα Πανάχραντε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Μονῆς τῆς Ἀναλήψεως, θεόσδοτον δομήτορα, καὶ Δράμας κόσμημα νέον, καὶ ἀρωγὸν καὶ προστάτην, Γεώργιον τὸν Ὅσιον, ἐκλάμψαντα ὡς ἥλιον, τῆς ἀρετῆς ὑπέρφωτον, ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις, ἐγκωμιάσωμεν πόθῳ.
Θεοτοκίον.
Ἡ κατιδοῦσα Τόκου σου, τὴν ἔνδοξον Ἀνάληψιν, πρὸς οὐρανίους ἐπάλξεις, ἐξ ὧν ἀφράστως κατῆλθε· δι᾿ ἄκραν ἀγαθότητα, καὶ ἐν γαστρί σου ᾤκησεν, Αυτὸς Θεογεννήτρια, ὑπὸ τὴν σὴν προστασίαν, ἡμᾶς ἀνάλαβε πάντας.

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!
Πάτερ θαυμαστὲ Γεώργιε περικλεὲς ἀσκητά, Πόντου Ἀργυρουπόλεως, τῆς ἐνδόξου βλάστημα,  καὶ νεόφυτον λείριον, τῆς εὐσεβείας καὶ διακρίσεως, τῇ εὐωδίᾳ τῆς σῆς ἀσκήσεως, καὶ τῶν θαυμάτων σου, καθηδύνεις ἅπαντας τοὺς εὐλαβῶς, ἐκτελοῦντας μνήμην σου τὴν ἀεισέβαστον.

Πάτερ ἱερὲ Γεώργιε ἀπὸ παιδὸς τὸν Χριστόν, ἀγαπήσας σὴν ἔφεσιν, τῆς ψυχῆς κατηύθυνας, πρὸς Αὐτὸν ὁσιώτατε, καὶ ὑπακούων τῷ προεστῶτί σου, παρὰ Κυρίου βραβεῖον εἴληφας, αἰωνιότητος, ταπεινὲ ἁπλούστατε καὶ παμφαές, ἀσκητὰ ὁμόζηλε ἀΰλων τάξεων.

Πάτερ ἀρετῆς Γεώργιε χριστομιμήτου πυρσέ, ἀπαθείας καὶ νήψεως, μυροβόλον κύμινον, καὶ ὡραῖον ὀσφράδιον, χρηστοηθείας καὶ ταπεινώσεως, τῶν σῶν καμάτων ὡς ἀντιμίσθιον, εἴληφας Ὅσιε, χάριν τῶν ἰάσεων παρὰ Θεοῦ, σὲ τοῦ θαυμαστώσαντος πλουσίως πάντιμε.

Πάτερ Δραμινῶν Γεώργιε ἀκέστορ καὶ ἀρωγέ, τῆς Μονῆς Ἀναλήψεως, κτίτορ ἐνθεώτατε, καὶ τῆς χάριτος σκήνωμα, σορὸν λειψάνων τῶν πανιέρων σου, ἐν κατανύξει κατασπαζόμενοι, νόσων λυτρούμεθα, καὶ χαρᾶς πληρούμεθα οἱ ἐν δεινοῖς, καὶ τοῦ βίου θλίψεσι κατατρυχόμενοι.

Δόξα. Ἦχος πλ. α´.
Δεῦτε, φιλοσίων ἡ ὁμήγυρις, τὸν ἐν ὁμολογηταῖς Ὅσιον καὶ διδάσκαλον τῆς εὐσεβείας πνευματέμφορον, Γεώργιον, τὸν τῆς Ἀναλήψεως μάνδρας κτίτορα, ψυχῆς ἐν ἀγαλλιάσει εὐφημήσωμεν κράζοντες· ὁ κακουχίας καὶ στενώσεις ἐν ταπεινώσει ὑπομείνας καὶ ὠς λαμπὰς παμφαεστάτη φωτίσας ἐν χρόνοις δυσχειμέροις Ὁρθοδόξων τὰ συστήματα, φώτισόν μου τὴν διάνοιαν τοῦ μελετᾶν τὸν νόμον Κυρίου καὶ ὁμολογεῖν καθ᾿ ἑκάστην τὸ τοῦ Κυρίου ὄνομα, τοῦ παρέχοντος ἡμῖν εὐχαῖς σου τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Κτίτορ Ἀναλήψεως τῆς μονῆς, τῆς σεπτῆς ἐν Δράμᾳ, ὁ ἀσκήσει καὶ προσευχῇ, θεωθεὶς ἀρτίως, Γεώργιε ἀξίως, παντοίων ἰαμάτων, χάριν ἀπείληφας.



   



ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς κατανύξεως εὐχῆς ἀσιγήτου, σκληραγωγίας τῆς σαρκὸς ἀπαθείας, ἁπλότητος καὶ νήψεως φανὸν νεαυγῆ, μέλψωμεν Γεώργιον, Ἀναλήψεως Μάνδρας, ἀσκητὴν καὶ κτίτορα ἐνθεώτατον ὕμνοις, καὶ τὰς αὐτοῦ πρὸς Κύριον λιτάς, οἱ ἐν ἀνάγκαις ταχὺ αἰτησώμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Γεώργιε Ὅσιε, εὐλόγει ἡμᾶς οὐρανόθεν. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Γεώργιε ἄστρον νεολαμπές, Χριστοῦ Ἐκκλησίας, Ἀναλήψεως τῆς Μονῆς, δομῆτορ ἐν Δράμᾳ οὐρανόθεν, τοὺς εὐλαβῶς σε τιμῶντας ἐπόπτευε.
Εὐλόγει Γεώργιε θαυμαστέ, τοὺς σὲ ἀνυμνοῦντας, ὡς Ὁσίων νεοφανῶν, φωστῆα τὸν λάμψαντα ἐν κόσμῳ, σκληραγωγίας ἀκτῖσι καὶ νήψεως.
Ὡράϊσον πλήθει τῶν ἀρετῶν, ἡμῶν τὰς καρδίας, τῶν σπευδόντων ταῖς σαῖς λιταῖς, ἐν πτώσεσι βίου ψυχοκτόνοις, καὶ συμφοραῖς καὶ ἀνάγκαις Γεώργιε.
Θεοτοκίον.
Ῥανίδας δακρύων μου τῶν πολλῶν, ἀπόσμηξον τάχος, μανδηλίῳ Σῶν προσευχῶν, πρὸς Κύριον τὸν μονογενῆ Σου, Υἱὸν καὶ Λόγον Θεοῦ Μητροπάρθενε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γεωργήσας πλουσίως τῆς ἀρετῆς ἄσταχυν, συντονίᾳ Πάτερ ἀγώνων, σκληραγωγίᾳ σου, καὶ ἀενάῳ εὐχῇ, εὗρες Γεώργιε χάριν, τὸν καρπὸν προνοίας σου, πέμπειν σοῖς πρόσφυγξιν.
Ἰαμάτων χειμάῤῥους ἡ σὴ σορὸς Ὅσιε, ὤφθη τῶν τιμίων λειψάνων, ἣν ἀπεκάλυψαν, ἄρτι λαγόνες τῆς γῆς, ἐγκρατευτὰ θεοφόρε, ἀσκητὰ Γεώργιε, Πόντου ἐκβλάστημα.
Εἰρηνεύειν τὸν βίον σῇ δαψιλεῖ χάριτι, τῶν πολεμουμένων τρισμάκαρ, ὁ τὸν εἰρήναρχον, ὁμολογήσας Χριστόν, καὶ δι’ Αὐτὸν ὑπομείνας, φυλακὴν καὶ βάσανον, Πάτερ Γεώργιε.
Θεοτοκίον.
Οὐρανῶν ὑπερτέρα Σῶν οἰκετῶν φρόνημα, Κεχαριτωμένη Κυρίου, Μῆτερ οὐράνωσον, τῶν ἀνυμνούντων λαμπρῶς, τὰς ἀρετὰς Γεωργίοπυ, Δράμας τοῦ κοσμήτορος, καὶ ἀντιλήπτορος.
Ἁγίασον, πιστῶν χορείας τιμώσας σε κατὰ χρέος, εὐγεώργητον ὡς ἀγρὸν Γεώργιε νήψεως, εὐχῆς ἀσιγήτου καὶ ἀπαθείας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πατέρων σεπτῶν τῆς πίστεως θησαύρισμα, ψυχῶν ἀπλανὲς οἰακοστρόφε σκήνωμα, εὐπρεπὲς τῆς χάριτος, καὶ νεόδμητε πύργε συνέσεως, ὑπὲρ ἡμῶν δυσώπει ἐκτενῶς, Χριστὸν τὸν φιλάνθρωπον Γεώργιε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σωφροσύνης κειμήλιον, καὶ λαμπρὸν παλάτιον ὁσιότητος, σωφρονεῖν ἡμᾶς ἀξίωσον, ἐπικαλουμένους σε Γεώργιε.
Ἰσχυροὺς τὸν ἀλάστορα, πολεμῆσαι πάντας ἡμᾶς ἀνάδειξον, ὁ αὐτοῦ τὰ πανουργεύματα, λύσας σαῖς ἀσκήσεσι Γεώργιε.
Εὐσυμπάθητον Κύριον, δυσωπεῖν μὴ παύσῃ ἀεὶ Γεώργιε, ὑπὲρ πάντων τῶν ὑμνούντων σε, ὡς Ὁσίων νέον σεμνολόγημα.
Θεοτοκίον.
Ἐκ τοῦ ὕψους τῆς δόξης Σου, πάντας περιφρούρει τοὺς ἀνυμνοῦντάς Σε, καὶ περίσκεπε καὶ φύλαττε, πρόσφυγας τοὺς Σοὺς Θεογεννήτρια.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις σε φαιδροῖς, καταστέφοντες λειψάνων σου, προσκυνοῦμεν χαριτόβρυτον σορόν, ἐν Μονῇ τῆς Ἀναλήψεως Γεώργιε.
Λύπης τὴν ἀχλύν, καὶ σκοτόμαιναν τῶν θλίψεων, διασκέδασον αὐγαῖς σῶν προσευχῶν, σέλας νέων ἀσκητῶν σεμνὲ Γεώργιε.
Ὅσιε Χριστοῦ, θαυματόβρυτε Γεώργιε, καταπράϋνον παθῶν ἡμᾶς ὁρμάς, χαμαιζήλων, τῶν ἐκθύμως μελῳδούντων σε.
Θεοτοκίον.
Γῆθεν πρὸς νομάς, οὐρανοῦ ἡμᾶς ἀνάγαγε, τοὺς προστρέχοντας τῇ Σῇ ἐπισκοπῇ, καὶ πρεσβείᾳ ἀγλαὴ Θεογεννήτρια.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπάκουσον, ἱκετῶν Γέωργιε, τῶν θερμῶν σου καὶ παράσχου σὴν χάριν, ἑνὶ ἑκάστῳ τῶν ἀσπαζομένων, τὴν τῶν λειψάνων σου θήκην τὴν πάνσεπτον, ἐν Ἀναλήψεως Μονῇ, ἣν ἐκ βάθρων ἀνήγειρας Ὅσιε.
Ἰάσεων, κρήνη ὤφθης ἄφθονος, ἐν ζωῇ καὶ μετὰ πότμον θεόφρον, ὁ ἰατρός, τῶν ψυχῶν καὶ σωμάτων, τῶν Δραμινῶν ἀσθενούντων Γεώργιε, καὶ τῶν σπευδόντων εὐσεβῶν, πανταχόθεν τῇ θείᾳ σου χάριτι.
Ἡ θήκη σου, τῶν ὀστέων πέφηνε, μυροθύκη πανευώδης θαυμάτων, καὶ ἁγιάσματος κρήνη τοῖς πόθῳ, καὶ κατανύξει ψυχῆς προσπελάζουσιν, αὐτῇ Ὁσίων καλλονή, καὶ Ποντίων περίβλεπτον καύχημα.
Θεοτοκίον.
Μνημόνευε, τῶν μακαριζόντων, Θεοτόκε εἰς αἰῶνας αἰώνων, καὶ Γεωργίου Ὁσίου τὴν μνήμην, ἐπιτελούντων τοῦ Δράμας ἀκέστορος, καὶ Ἀναλήψεως Μονῆς, ταχινοῦ ἀρωγοῦ καὶ συλλήπτορος.
Ἁγίασον, πιστῶν χορείας τιμώσας σε κατὰ χρέος, εὐγεώργητον ὡς ἀγρὸν Γεώργιε νήψεως, εὐχῆς ἀσιγήτου καὶ ἀπαθείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀργυρουπόλεως ἔνθεον βλάστημα, καὶ Γεωργίας σεπτὸν ἐνδιαίτημα, ὁ ἐν τῇ Δράμᾳ ἀσκήσας ὡς ἄσαρκος, καὶ ἁγιάσας Μονὴν Ἀναλήψεως, ἡμῶν ταχὺς ἴσθι φύλαξ Γεώργιε.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὄλβε πολυτίμητε, τοῦ πανσθενοῦς Παρακλήτου, ἀσκητὰ Γεώργιε, Δράμας φύλαξ ἄγρυπνε ὁ ἐν ἔτεσι, λόγοις καὶ πράξεσι, λάμψας τοῖς ἐσχάτοις, ὡς ἀστὴρ ἀειλαμπέστατος, καὶ ἀμαρύγμασι, τῶν ἀσκητικῶν παλαισμάτων σου, φωτίσας τῶν προσφύγων σου, τὰς ψυχὰς παθῶν πόῤῥω δίωξον, ζόφωσιν φωσφόρε, δομῆτορ Ἀναλήψεως Μονῆς, ὁ πᾶσιν νέμων ἰάματα, τοῖς ἀνευφημοῦσί σε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀσκητὰ ἐλεῆμον προσφορᾶς ἐκμαγεῖον πρὸς χρείας ἔχοντας, Γεώργιε ἀγάπης, καὶ συμπαθείας κέρας, σοὺς ἱκέτας ἀξίωσον, κατανοεῖν ἐνδῶν, ἀνάγκας καὶ πενήτων.
Σωφροσύνης ταμεῖον καὶ συνέσεως βάθρον σεπτὲ Γεώργιε, ὑπέμεινας βασάνους, πολλὰς ἐν Γεωργίᾳ, δι’ ἀγάπην τοῦ Κτίσαντος, ᾯ καὶ πρεσβεύεις θερμῶς, ὑπὲρ τῶν ἱκετῶν σου.
Ὁδηγὸς πλανωμένων σταθηρὸς καὶ ἰθύντωρ πιστῶν πρὸς θέωσιν, ὀφθεὶς ἐχειράγωγεις, λαὸν πρὸς σωτηρίαν, ὑπὲρ οὗ νῦν τὸν Κύριον, ἐκδυσωπεῖς ἐκτενῶς, Γεώργιε παμμάκαρ.
Θεοτοκίον.
Ὑπερόπτας προσύλων τοὺς οἰκέτας Σου δεῖξον Θεογεννήτρια, καὶ ζηλωτὰς ἀῤῥεύστων, Γεώργιος ὁ θεῖος, ἅπερ ἄρτι ἐζήλωσεν, ὁ ἀσκητὴς ὁ σοφός, Ταξιαρχῶν τῆς Δράμας.




ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοαῖς ἱδρώτων, καὶ ἀειῤῥύτων δακρύων, ὁ ἐκπλύνας στολὴν τῆς ψυχῆς σου, πλῦνόν μου καρδίας, Γεώργιε τὸν ῥύπον.
Ἀσθενειῶν μου, ταχὺ ἀπέλασον ἄλγος, ταχινὲ ἰατρὲ ἀσθενούντων, σοὶ καταφευγόντων, Γεώργιε ἐν νόσοις.
Ναὲ χαρίτων, τοῦ Παρακλήτου τὰ βάθη, καρδιῶν ὁ γινώσκων κοπρίας, κάθαρον παθῶν με, Γεώργιε βοῶ σοι.
Θεοτοκίον.
Οὐρανοδρόμον, ὑπόδειξόν μοι πορείαν, Θεοτόκε τῷ Σὲ ἀνυμνοῦντι, ὡς πιστῶν ἁπάντων, ἰθύντειραν πρὸς πόλον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Θαυμάτων μυροθήκη, πέλει σῶν λειψάνων, ἡ χαριτόβρυτος θήκη Γεώργιε, ἣν εὐλαβῶς προσκυνοῦντές σε μακαρίζομεν.
Εὐχαῖς σου ἀσιγήτοις, σκέπε σοὺς ἱκέτας, οὓς οὐρανόθεν ἀεὶ ἐπισκίαζε, σημειοφόρε Ὁσίων φανὲ Γεώργιε.
Ναὲ ἡγιασμένε, ἀρετῆς νηστείας, σκληραγωγίας εὐχῆς καὶ χρηστότητος, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν Γεώργιε.
Θεοτοκίον.
Χαρᾶς ἡμῶν καρδίας, πλῆσον Θεοτόκε, νῦν Γεωργίου τιμώντων τὰ σκάμματα, καὶ ὁλοθύμως Παρθένε μακαριζόντων Σε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ταπεινώσεως λαμπηδών, χαίροις ἐναρέτου, πολιτείας ὁ ἀκρεμών, χαίροις τῶν Ὁσίων, Πατέρων κοσμιότης, τῶν ἄρτι ἐκλαμψάντων, μάκαρ Γεώργιε.
Κτίτορ Ἀναλήψεως τῆς Μονῆς, τῆς σεπτῆς ἐν Δράμᾳ, ὁ ἀσκήσει καὶ προσευχῇ, θεωθεὶς ἀρτίως, Γεώργιε ἀξίως, παντοίων ἰαμάτων, χάριν ἀπείληφας.
Χαίροις Πόντου ἔρνος νεοθαλές, χαίροις ἴον Δράμας, μυροβόλον καὶ εὐανθές, χαίροις μυροθήκη, Γεώργιε θαυμάτων, Χριστὸν τῶν ἀγαπώντων, θεῖον κιννάμωμον.
Σκέπε τὰς χορέιας μοναζουσῶν, τῆς σεπτῆς Μονῆς σου, Ἀναλήψεως τοῦ Χριστοῦ, ἀσκουμένων κλέος, Γεώργιε τῶν νέων, καὶ ῥύου σοὺς ἱκέτας, πόνων καὶ θλίψεων.
Θήκην προσκυνοῦντες τὴν ἱεράν, σῶν σεπτῶν λειψάνων, τὴν ὑπάρχουσαν θαυμαστῶς, ἰαμάτων κρήνην, σὲ ἀνυμνολογοῦμεν, Γεώργιε Ὁσίων, νέων καλλώπισμα.
Πάντας καταξίωσον τῆς σὺν σοί, χαρμονῆς ἐν πόλῳ, καὶ ἀφθίτου ἐν οὐρανοῖς, εὐφροσύνης μάκαρ, Γεώργιε Πατέρων, τῶν νευαγῶν ἀκρότης, καὶ γέρας πάντιμον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Φύλαξ, Ἀναλήψεως Μονῆς, ἄγρυπνε καὶ Δράμας ἀκέστορ, νεοφανὲς ἀσκητά, χάριτος Γεώργιε, λαμπτὴρ φανότατε, καὶ ἰάσεων χείμαῤῥε, τοὺς σοὶ προσιόντας, ῥῦσαι βλάβης ὄφεως, κινδύνων θλίψεων, πόνων, καὶ στενώσεων ὄμβρῳ, τῶν δεήσεών σου πρὸς Κτίστην, καὶ Θεὸν ἡμῶν τὸν εὐσυμπάθητον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


ΧΑΙΡΕΤΙΣΜΟΙ


Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν γεωργὸν τῆς ἀρετῆς τὸν ἀκάταβλητον, ψυχὰς ἀρότρῳ εὐσεβείας γεωργήσαντα, καὶ ἀγάπης μελῳδήσωμεν εὐσχημόνως, ἐν τοῖς χρόνοις τοῖς ἐσχάτοις καὶ δομήσαντα, Ἀναλήψεως Μονὴν ἐν Δράμᾳ κράζοντες, ὕμνοις πρέπουσι· Χαίροις μάκαρ Γεώργιε.

Οἱ Οἶκοι.
Ἄγγελος σάρκα φέρων, καὶ τὸν νοῦν περιφέρων, εἰς δώματα Γεώργιε πόλου (γ΄), ἀνεδείχθης καὶ πάντων ῥευστῶν, ὑπερόπτης μάκαρ ἀσκητῶν ἔκτυπον· διό σε μακαρίζοντες, κραυγάζομεν ἐν εὐλαβείᾳ·
Χαῖρε, ἡ βάσις τῆς σωφροσύνης·
χαῖρε, ἡ λάμψις ἀγαθωσύνης.
Χαῖρε, εὐσεβῶν Δραμινῶν ἀγαλλίαμα·
χαῖρε, ἀσκητῶν θεοφόρων ὑπόδειγμα.
Χαῖρε, Πόντου εὐθαλέστατος καὶ περίδοξος βλαστός·
χαῖρε, κόσμου ὁ ἀνύστακτος καὶ φανότατος πυρσός.
Χαῖρε, θεῖος δομήτωρ Ἀναλήψεως Μάνδρας·
χαῖρε, πάνυ ἀκέστωρ, καὶ προστάτης τῆς Δράμας.
Χαῖρε, λαμπτὴρ ζωῆς ἐλεήμονος·
χαῖρε, ἀστὴρ ἡμῶν ἀγαπήσεως.
Χαῖρε, τὴν πίστιν ὁ ὁμολογήσας·
χαῖρε, τὴν χάριν Θεοῦ ὁ ἑλκύσας.
Χαῖροις, μάκαρ Γεώργιε.

Βίον θεῖον ἀνύσας, ἐν ἐσχάτοις τοῖς χρόνοις, βλαστὲ Ἀργυρουπόλεως Πόντου, εὐθαλέστατε καὶ Δραμινῶν, ἀντιλῆπτορ φύλαξ καὶ φρουρὲ ἄγρυπνε, Γεώργιε ἀνέδραμες, εἰς πόλον ἀσιγήτως ψάλλειν·
Ἀλληλούϊα.

Γέρον Μονῆς εὐσήμου, Ἀναλήψεως Δράμας, Γεώργιε χερσί σου ἰδίαις, ἣν ἐδόμησας ἐγκρατευτά, ἐν αὐτῇ τῶν πίστει ἀκλινεῖ λείψανα, νῦν προσκυνούντων θεῖά σου, ἐπάκουσον τῶν σοὶ βοώντων·
Χαῖρε, ὀσμὴ νεαυγῶν Ὁσίων·
χαῖρε, ᾠδὴ δωρεῶν ἐνθέων.
Χαῖρε, νεοπύρσευτον Πόντου ἀμάρυγμα·
χαῖρε, νεοσύστατον χάριτος ἵδρυμα.
Χαῖρε, μέλαθρον νεόδμητον, ἰσαγγέλου βιοτῆς·
χαῖρε, εὔοσμον κιννάμωμον, ἀκραιφνοῦς διαγωγῆς.
Χαῖρε, ὅτι σὴν Μάνδραν καθηγίασας πόνοις·
χαῖρε, ὅτι τὴν Δράμαν δαψιλῶς ἁγιάζεις.
Χαῖρε, εὐχῆς καὶ νήψεως πρόβολος·
χαῖρε, πυξὶς ἀγάπης τοῦ Κτίσαντος.
Χαῖρε, κινύρα ἀγώνων ὁσίων·
χαῖρε, κιθάρα θαυμάτων παντοίων
Χαῖροις, μάκαρ Γεώργιε.

Δράμα τῇ σῇ ἀσκήσει, καὶ σεμνῇ πολιτείᾳ, Γεώργιε σεμνύνεται μάκαρ, ἣν θεόθεν φρουρεῖς ἀκλινῶς, καὶ καθαγιάζεις τῇ σορῷ Ὅσιε, λειψάνων πανιέρων σου, καὶ πείθεις ἀσιγήτως ψάλλειν·
Ἀλληλούϊα.

Ἔνδον ἐν σῇ καρδίᾳ, ἐνεστέλλαξε πόθον, Γεώργιε προμήτωρ σου θεῖον, ἡ ποτίσασά σε ζωτικοῖς, Ὀρθοδόξου πίστεως σεπτὲ νάμασι, καὶ ψάλλειν ἐνουθέτησε, Κυρίῳ τῷ πανευϊλάτῳ·
Χαῖρε, τῆς πίστεως νέον εὖχος·
χαῖρε, τῆς χάριτος θεῖος οἶκος.
Χαῖρε, ὑφηγῆτορ σοφίας τῆς κρείττονος·
χαῖρε, ἀντιλῆπτορ πιστῶν ἑτοιμότατος.
Χαῖρε, εὔληπτον διήγημα, θεοφόρων ἀσκητῶν·
χαῖρε, πάνσοφον ἀνάγνωσμα, εὐσεβὼν ἀγωνιστῶν.
Χαῖρε, ὁ ἐκ τοῦ Πόντου καταντήσας εις Δράμαν·
χαῖρε, ὁ τοῦ Ὑψίστου παίζων εὔηχον λύραν.
Χαῖρε, δωμάτων θείων ὁ ἔνοικος·
χαῖρε, θαυμάτων ξένων ὁ πρόξενος.
Χαῖρε, εἰκὼν ἀγωγῆς ἰσαγγέλου·
χαῖρε, κανὼν ἀγαπήσεως Κτίστου.
Χαῖροις, μάκαρ Γεώργιε.

Ζέουσαν ἔχων πίστιν, καὶ εἰκόνα πανάγνου, Γεώργιε ὡς ὄλβον κατέχων, ἣν ἐδώρησε μάμμη ἡ σή, πρὸ αὐτῆς ὁσίας τελευτῆς ἔδραμες, εἰς Θεοδοσιούπολιν, ἀπαύστως ἐκ μυχίων ψάλλων·
Ἀλληλούϊα.

Ἤχθης εἰς τὴν Τιφλίδα, Γεωργίας τρισμάκαρ, Γεώργιε Θεοῦ ἐπινεύσει, καὶ εἰσῆλθες εἰς Μάνδραν σεπτήν, ἔνθα ἠγωνίσω τὸ καλὸν στάδιον, ὡς ἄνθρωπος ἰσάγγελος· διό σοι ἐκβοῶμεν ταῦτα·
Χαῖρε, ὡραίων ἀγώνων βάθρον·
χαῖρε, τιμίων καμάτων ῥεῖθρον.
Χαῖρε, τοῦ ὑφάντου ὁ ἔχων ἐργόχειρον·
χαῖρε, τοῦ Ὑψίστου εὐῶδες ὀσφράδιον.
Χαῖρε, σάρκα ὅτι ἔτηξας, πόνοις σου ἀσκητικοῖς·
χαῖρε, πᾶσιν ὅτι ἔδειξας, σθένος θείας σου ψυχῆς.
Χαῖρε, ὁ τῶν δαιμόνων καταπτύσας μανίαν·
χαῖρε, ὁ τῶν Ἀγγέλων κατευφράνας χορείαν.
Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισμα·
χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, σεπτὸν ἀκρεμὼν εὐσεβείας·
χαῖρε, σκηπτὸς τοῦ ἐχθίστου μανίας.
Χαῖροις, μάκαρ Γεώργιε.

Θεῖε Γεώργιε θέλων, ὁ χορὸς τῶν Ἀγγέλων, κουρᾷ συνεορτάζειν σεπτῇ σου, ξένως ἔκρουσε σοῦ τῆς Μονῆς, ἐν ἐκείνῃ ὥρᾳ θαυμαστὲ κώδωνας, καὶ ἤνοιξε τὰ στόματα, σεμνῶν συμμοναστῶν σου ψάλλειν·
Ἀλληλούϊα.

Ἴθυνον σοῦ τοὺς πόδας, οἱ ἑσμοὶ τῶν ἀπίστων, εἱρκτὴν εἰς ζοφερὰν καὶ ἀθλίαν, ἵνα λάβῃς ὁμολογητοῦ, ἀφθαρσίας στέφος Πάτερ Γεώργιε, ὁ πάντων τῶν τιμώντων σε, ἀκούων εὐλαβῶς βοώντων·
Χαῖρε, τὸ ῥεῖθρον τῆς εὐσεβείας·
χαῖρε, τὸ λίκνον Θεοῦ σοφίας.
Χαῖρε, φυλακὴν ὑπομείνας ὡς ἄσαρκος·
χαῖρε, θαυμαστὴν δείξας ῥώμην ὡς ἔνθεος.
Χαῖρε, βόθρων ὀσφραινόμενος, δυσωδίαν ταπεινῶς·
χαῖρε, πόνων ἀνεχόμενος, σοῦυ σαρκίου ἀληθῶς.
Χαῖρε, ὁ ὑπομείνας ἀγογγύστως στενώσεις·
χαῖρε, ὁ καταστείλας τοῦ σαρκίου ὀρέξεις.
Χαῖρε, χορῶν Ἀγγέλων συνόμιλος·
χαῖρε, πιστῶν ἀνύστακτος ἔφορος.
Χαῖρε, κρατὴρ εὐσεβῶν ὑγείας·
χαῖρε, ἀστὴρ ψυχικῆς εὐμενείας.
Χαῖροις, μάκαρ Γεώργιε.

Κάκωσιν ὑπομείνας, τῆς σαρκὸς ὑπ’ ἀπίστων, βολίσι τρὶς ἐπλήγης ἀδίκως, ἀλλὰ θείᾳ βουλῇ ἀσινής, παραμείνας αἶνον τῷ Θεῷ ἔψαλλες, Γεώργιε τῷ σώσαντι, σὲ κράζοντα ἐν εὐλαβείᾳ·
Ἀλληλούϊα.

Λάμψας ἱερωσύνης, ἀστραπαῖς ἠξιώθης, Γεώργιε τὰ μέλλοντα βλέπειν, ὡς παρόντα καὶ πάντα μακράν, ὡς ἐγγὺς καρδίαν καθαρὰν ἅγιε, ὁ ἔχων· ὅθεν ὕμνοις σε, γεραίροντες πιστῶς βοῶμεν·
Χαῖρε, χαρίτων Θεοῦ δοχεῖον·
χαῖρε, θαυμάτων πολλῶν ταμεῖον.
Χαῖρε, ἀρετῆς καὶ συνέσεως λείριον·
χαῖρε, προσμονῆς οὐρανῶν δόξης ἔκτυπον.
Χαῖρε, ὅτι ἐμεγάλυνε, σὲ ὁ Κτίστης δαψιλῶς·
χαῖρε, ὅτι σὲ ἐδόξασεν, ὁ Θεάνθρωπος λαμπρῶς.
Χαῖρε, τὰς ἀσθενείας τῶν πιστῶν θεραπεύων·
χαῖρε, τῆς προφητείας ὁ τὴν χάριν δεικνύων.
Χαῖρε, Θεοῦ ἀγάπης ὁ ἔμπλεως·
χαῖρε, ἐχθροῦ ἀπάτης πολέμιος.
Χαῖρε, ἀκτὶς τοῦ Ὑψίστου σοφίας·
χαῖρε, βολὶς παμφαὴς εὐσεβείας.
Χαῖροις, μάκαρ Γεώργιε.

Μέλπων σου καθ’ ἑκάστην, διαυγῆ πολιτείαν, Γεώργιε ἐν κώμῃ τῆς Σίψας, ἀνυμνῶ σε ὡς θείας Μονῆς, ἐν αὐτῇ Κυρίου μάκαρ δομήτορα, ἐνδόξου Ἀναλήψεως, καὶ ὕμνοις μελιχροῖς κραυγάζω·
Ἀλληλούϊα.

Νάματος ἐξ ἱδρώτων, τῶν σεπτῶν σου ποιήσας, πηλὸν Μονὴν ἐδόμησας θείαν, Ἀναλήψεως καὶ ἐν αὐτῇ, ἐγκρατείας πόνοις θαυμαστῶς ἤσκησας, Γεώργιε καὶ ἤνοιξας, τὰ χείλη εὐσεβῶν βοᾶν σοι·
Χαῖρε, ἀσκήσεως ὑποθήκη·
χαῖρε, συνέσεως μυροθήκη.
Χαῖρε, Δραμινῶν εὐσεβῶν καταφύγιον·
χαῖρε, εὐσεβῶν ἐν κινδύνοις προσφύγιον.
Χαῖρε, κρήνη ἁγιάσματος, ὁμηγύρεως πιστῶν·
χαῖρε, στήλη ἀγαθότητος, καὶ πραότητος κανών.
Χαῖρε, πάμφωτος λύχνος, νυχθημέρων ἀγώνων·
χαῖρε, τίμιον εὖχος, ἀειῤῥύτων δακρύων.
Χαῖρε, εὐχῆς βαλβὶς καὶ συνέσεως·
χαῖρε, σιγῆς βάθρον ἄσειστον νήψεως.
Χαῖρε τὸ σέλας πιστῶν προστασίας·
χαῖρε, τὸ κέρας ἐνθέου προνοίας.
Χαῖροις, μάκαρ Γεώργιε.

Ξένων θαυμάτων πέλει, πολυχεύμων χειμάῤῥους, ἡ θήκη τῶν σεπτῶν σου λειψάνων, ἣν Γεώργιε θαυματουργέ, προσκυνοῦντες αἶνον εὐλαβῶς πέμπομεν, Χριστῷ σὲ θαυμαστώσαντι, ᾯ κράζομεν ἐν κατανύξει·
Ἀλληλούϊα.

Ὄλβιον πολιτεία, διελθὼν ἐν τῇ Δράμᾳ, Ὁσίων σὺν χοροῖς ἀριθμήθης, καὶ Ἀγγέλοις συγχαίροις λαμπροῖς, ἐν τῷ Ἄνω Πόλει νεαυγὲς πύρσευμα, τῆ πίστεως Γεώργιε, πρὸς ὃν ἐν χαρμονῇ βοῶμεν·
Χαῖρε, ἡ ἅρπα Θεοῦ σοφίας·
χαῖρε, ἡ λύρα τῆς ἀπαθείας.
Χαῖρε, Δραμινῶν ὁ πυρφόρος διδάσκαλος·
χαῖρε, ἰατρῶν Ἀναργύρων ἀκόλουθος.
Χαῖρε, καύχημα περίβλεπτον ἱερέων εὐλαβῶν·
χαῖρε, σέμνωμα πολύτιμον θεοφόρων ἀσκητῶν.
Χαῖρε, ὄμμα τὸ βλέπον, σῶν προσφύγων ἀνάγκας·
χαῖρε, στόμα ἐκφέρον, διδαχὰς σωτηρίας.
Χαῖρε, πυξὶς τὸν πόλον δεικνύουσα·
χαῖρε, παγὶς ἐχθρὸν ἡ συντρίβουσα.
Χαῖρε, ἡμῶν πρὸς Θεὸν ὁδοδείκτης·
χαῖρε, ἐχθρῶν νοητῶν ὁ ὀλέτης.
Χαῖροις, μάκαρ Γεώργιε.

Πάτερ ἐν τοῖς ἐσχάτοις, χρόνοις Πνεύματος ὤφθης, Ἁγίου δωρεῶν μυροθήκη, καῖ θαυμάτων ἀπείρων κρουνός, Δραμινῶν ἀκέστορ καὶ φρουρὲ ἄγρυπνε, Γεώργιε προσφύγων σου, ἐν πίστει ἀκλινεῖ βοώντων·
Ἀλληλούϊα.

Ῥεῖθρα τῶν σῶν λειψάνων, ἀναβλύζει ἡ θήκη, Γεώργιε ἡ πάνσεπτος ὄντως, ἰαμάτων χορείαις πιστῶν, κατασπαζομένων εὐλαβῶς Ὅσιε, αὐτὴν ἐν τῷ σεμνείῳ σου, ὃ ἔκτισας καὶ ἐκβοώντων·
Χαῖρε, ἡ βρύσις τῶν θαυμασίων·
χαῖρε, ἡ ῥῶσις τῶν ἀσθενούντων.
Χαῖρε, ὁ λαβὼν ἰαμάτων τὸ δώρημα·
χαῖρε, ὁ πιὼν ἀφθαρσίας τὸ ῥόφημα.
Χαῖρε, σκεῦος πολυτίμητον, τῶν χαρίτων τοῦ Θεοῦ·
χαῖρε, στῖφος ἀναρίθμητον, ὁ συντρίψας τοὺς ἐχθρούς.
Χαῖρε, τὰς ἀλγηδόνας τῶν πιστῶν ὁ κουφίζων·
χαῖρε, τὰς ἀσθενείας εὐσεβῶν ὁ ῥωννύων.
Χαῖρε, ἡμῶν ἑτοίμη βοήθεια·
χαῖρε, σεπτῶν Ὁσίων ἀκρώρεια.
Χαῖρε, ταχὺς ἰατρὸς τῶν νοσούντων·
χαῖρε, δριμὺς ὀλετὴρ δαιμονίων.
Χαῖροις, μάκαρ Γεώργιε.

Σίψα τῇ σῇ προνοίᾳ, ταχινῇ ἀντιλήψει, Γεώργιε καὶ σκέπῃ προσφεύγει, καὶ σεμνύνεται Δράμα τῇ σῇ, βοηθείᾳ Πάτερ καὶ φρουρᾷ Ὅσιε, τιμῶσά σε καὶ ψάλλουσα, πιστῶς τῷ ἐνισχύσαντί σε·
Ἀλληλούϊα.

Τρίβον τὴν τεθλιμμένην, καὶ στενὴν διανύσας, Γεώργιε Ὁσίων Πατέρων, ἀνεδείχθης εἰκὼν διαυγής, καὶ ἐνασκούμενων εὐλαβῶς πρότυπον· διό σε μακαρίζοντες, βοῶμέν σοι ἐν κατανύξει·
Χαῖρε, ὁ τύπος τῶν μονοτρόπων·
χαῖρε, ὁ λύχνος τῶν θαυμασίων.
Χαῖρε, νοερᾶς προσευχῆς ἐνδιαίτημα·
χαῖρε, ἱερᾶς κατανύξεως ἔμβλημα.
Χαῖρε, σάλπιγξ ἡ μεγαλόφωνος, θεαυγοῦς διαγωγῆς·
χαῖρε, σύριγξ ἡ ἡδύφωνος, παναμώμου βιοτῆς.
Χαῖρε, θεῖε δομῆτορ, Ἀναλήψεως Μάνδρας·
χαῖρε, ὁ ἀντιλήπτωρ, Χριστωνύμων χορείας.
Χαῖρε, λαμπὰς φωτίζουσα πέρατα·
χαῖρε, ψεκὰς δροσίζουσα σύμπαντα.
Χαῖρε, πηγὴ δωρεὼν οὐρανίων·
χαῖρε, στακτὴ μυροβόλος θαυμάτων.
Χαῖροις, μάκαρ Γεώργιε.

Ὕμνοις σε μελῳδοῦμεν, μελιῤῥύτοις τρισμάκαρ, Γεώργιε καὶ ᾄσμασι θείοις, ὡς φρουρὸν ἀκλινῆ Δραμινῶν, καὶ τῶν σῶν λειψάνων τὴν σορὸν Ὅσιε, πιστῶς κατασπαζόμενοι, βοῶμεν τῷ δοξάσαντί σε·
Ἀλληλούϊα.

Φαίνει πάσῃ τῇ κτίσει, σῶν τιμίων ἀγώνων, Γεώργιε ἡ λάμψις καὶ πλήθους, σῶν θαυμάτων σεπτὲ ἀσκητά, νεαυγῶν φωστήρων τοῦ Χριστοῦ πίστεως, ἡμῶν ῥαστώνης ζόφωσιν, ἐλαύνουσα τῶν σοὶ βοώντων·
Χαῖρε, τὸ φέγγος ὁμολογίας· χαῖρε, ὁ λύχνος τῆς ἀπαθείας.
Χαῖρε, ὁ φωτίσας τῆς Δράμας περίοικον·
χαῖρε, ὁ φαιδρύνας προσφύγων σου σύλλογον.
Χαῖρε, ὅτι ἐξανέτειλας, ἐκ τοῦ Πόντου τοῦ κλεινοῦ·
χαῖρε, ὅτι διεσκέδασας, τὴν ἐπήρειαν ἐχθροῦ.
Χαῖρε, τῆς ἀπαθείας εὐθαλέστατον ἔρνος·
χαῖρε, τῆς εὐσεβείας τὸ θεότευκτον τεῖχος.
Χαῖρε, μολπὴ Χριστοῦ ἀγαπήσεως·
χαῖρε, αὐγὴ χρυσόφεγγος νήψεως.
Χαῖρε, παρθένων Μονῆς σου προστάτης·
χαῖρε, δαιμόνων κακότητος παῦσις.
Χαῖροις, μάκαρ Γεώργιε.

Χάριτος ἐκμαγεῖον, ἐκ τοῦ τάφου ἀρτίως, τῆς Δράμας ὁ σεπτὸς ἱεράρχης, ἀνεκόμισε σοῦ τὴν σορόν, τῶν λειψάνων ὄλβον ὥσπερ ἀσύλητον, ἣν πίστει ἀσπαζόμενοι, Γεώργιε Χριστῷ βοῶμεν·
Ἀλληλούϊα.

Ψάλλοντες σοὺς καμάτους, οὓς Γεώργιε ἔτλης, πρὸς κτῆσιν ἀρετῆς ψυχοτρόφου, ἀνυμνοῦμέν σε ὡς παμφαῆ, καὶ λαμπρὸν ἀστέρα τοῦ Χριστοῦ πίστεως, φωτίζοντα τὰ πέρατα, τῆς κτίσεως καὶ ἐκβοῶμεν·
Χαῖρε, τὸ σέλας τῆς ἀκτησίας·
χαῖρε, τὸ κέρας χρηστοηθείας.
Χαῖρρε, ἐπισκόπου τῆς Δράμας ὁ πρόμαχος·
χαῖρε, Χριστωνύμου χορείας ὑπέρμαχος.
Χαῖρε, φύλαξ ὁ ἀνύστακτος, εὐσεβῶν μοναζουσῶν·
χαῖρε, δόναξ ἱερώτατος, ἀντιλήψεως πιστῶν.
Χαῖρε, Μακεδονίας τῆς εὐάνδρου ὁ ὄλβος·
χαῖρε, τῆς Ἐκκλησίας ὁ νεότευκτος στῦλος.
Χαῖρε, βλαστὲ τῆς Ἀργυρουπόλεως·
χαῖρε, φανὲ νηστείας καὶ νήψεως.
Χαῖρε, ὁμόζηλε θείων Ἀγγέλων·
χαῖρε, ὁμότροπε πάλαι Ὁσίων.
 Χαῖροις, μάκαρ Γεώργιε.

Ὦ θεόφιλε Πάτερ, ὁ ψυχῶν γεωργήσας, Γεώργιε ἀρούρας ἀρτίως (γ΄)· Ἀναλήψεως κτίτορ Μονῆς, πρὸς πολύχουν στάχυν ἀρετῆς πρέσβευε, ὑπὲρ τῶν εὐφημούντων σε, καὶ πίστει ἀκλινεῖ βοώντων·
Ἀλληλούϊα.

ΕΓΚΩΜΙΑ


Ἡ δὲ ἀκροστιχὶς αὐτῶν: Χαῖρε Γεώργιε Ὅσιε, νέον Ποντίων εὖχος, Δραμινῶν ἀντιλῆπτορ. Χ.

ΣΤΑΣΙΣ Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, Ὀρθοδόξων χοροί, Ἀναλήψεως Μονῆς τὸν δομήτορα, ὁσιώτατε Γεώργιε σοφέ.
Μακαρίζομέν σε, Πόντου θεῖε βλαστέ, καὶ τῆς Δράμας ἀντιλῆπτορ Γεώργιε, ἀσκητῶν νεολαμπῶν ὑπογραμμέ.
Χαῖρε Μάνδρας κτίτορ, ἱερὲ καὶ σεπτέ, Ἀναλήψεως ἐν Δράμᾳ Γεώργιε, νέον εὖχος θεοφόρων ἀσκητῶν.
Ἀνντιλῆτορ θεῖε, Δραμινῶν εὐσεβῶν, μὴ ἐλλίπης ἐποπτεύων ἀείποτε, τοὺς τιμῶντάς σε Γεώργιε σεπτέ.
Ἱερέων γέρας, νεαυγῶν καὶ φωστήρ, εὐσεβείας ἀνεδείχθης νεόφωτος, φίλε γνήσιε Γεώργιε Χριστοῦ.
Ῥαντισμῷ εὐχῶν σου, ἁγιάζεις ἡμᾶς, τοὺς ὑμνοῦντάς σε ἐκθύμως Γεώργιε, καὶ λειψάνων προσκυνοῦντάς σου σορόν.
Ἐκ νεότητός σου, ἐπεθύμεις Χριστῷ, ἑαυτὸν ἀφιερῶσαι Γεώργιε, ὁ λαβὼν καὶ στέφος Ὁμολογητῶν.
Γεωργὸς ἐδείχθης, τῆς ἀρούρης ψυχῶν, Δραμινῶν πιστῶν Γεώργιε ἄριστος, ὁ ἀόκνως σπείρων σπόρον τοῦ Χριστοῦ.
Ἐκ Ποντίων χώρας, ῥόδον μάκαρ φυέν, ἄρτι ηὔφρανας Γεώργιε πάνσοφε, ἀρεταῖς σου εὐσεβούντων τοὺς χορούς.
Ὡς χρηστοηθείας, ἀσιγήτου εὐχῆς, καὶ συνέσεως ταμεῖον Γεώργιε, σὲ ὑμνοῦμεν αἱ χορεῖαι Δραμινῶν.
Ῥείθροις σῶν ἱδρώτων, καὶ δακρύων στολήν, τῆς ψυχῆς σου κατεκάλλυνας Ὅσιε, θείου Πνεύματος Γεώργιε ἀκτίς.
Γῆθεν σοὺς ἱκέτας, πρὸς νομὰς οὐρανῶν, ἱκεσίαις σου Γεώργιε ἴθυνον, προσκυνοῦντάς σου λειψάνων τὴν σορόν.
Ἴον μυροβόλον, ἀρετῆς ἀκραιφνοῦς, εὐωδίασας ὀδμαῖς σου Γεώργιε, Ὀρθοδόξων Μακεδόνων τὴν πληθύν.
Ἐφορῶν μὴ παύσῃ, οὐρανόθεν ἡμᾶς, τοὺς προσφέροντας Γεώργιε κλῆσίν σου, εὐλαβῶς τὴν παναγίαν καὶ σεπτήν.
Ὁ τοῦ Πόντου γόνος, καὶ βλαστὸς εὐθαλής, ὦ Γεώργιε τῆς Ἀργυρουπόλεως, ἰαμάτων χάριν εἴληφας πολλήν.
Σοῦ λειψάνων θήκην, πρροσκυνοῦντες πιστῶς, τὴν ἐκβλύζουσαν πιστοῖς τὰ ἰάματα, ἀνυμνοῦμέν σε Γεώργιε λαμπρῶς.
Δόξα. Τριαδικόν.
Ἴδε οὐρανόθεν, Παναγία Τριάς, τοὺς δοξάζοντας Σὸν κράτος καὶ χάριν Σου, πέμψον πᾶσι Γεωργίου ταῖς λιταῖς.
Καὶ νῦν. Θεοτοκίον.
Εὐσπλαγχνίας βάθρον, συμπαθείας κρηπίς, καὶ ἀγάπης Θεοτόκε θεμέλιον, οὐρανόθεν ἐπιστήριζε ἡμᾶς.
Καὶ πάλιν τὸ πρώτον:
Μακαρίζομέν σε, Ὀρθοδόξων χοροί, Ἀναλήψεως Μονῆς τὸν δομήτορα, ὁσιώτατε Γεώργιε σοφέ.

ΣΤΑΣΙΣ Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, μακαρίζειν σε τὸ νέον εὖχος, Πόντου καὶ περίδοξον καύχημα, Δράμας Ὅσιε Γεώργιε σοφέ.
Ἄξιόν ἐστι, μακαρίζειν σε τοῦ Παρακλήτου, πρόβολον Γεώργιε Ὅσιε, Ἀναλήψεως δομήτορα Μονῆς.
Νέε ἀσκητά, κατευθῦντορ ἀπλανὲς πρὸς πόλον, Δραμινῶν σπευδόντων σῇ χάριτι, χαῖρε Ὅσιε Γεώργιε σεπτέ.
Ἔκτυπον λαμπρόν, θείας πίστεως ὁμολογίας, τῆς Χριστοῦ Γεώργιε κλήσεως, καὶ ἀσκήσεως ἐδείχθης ἀκραιφνοῦς.
Ὅσιε Χριστοῦ, φίλε γνήσιε καὶ ποδηγέτα, εὐσεβῶν Γεώργιε ἴθυνον, τοὺς τιμῶντάς σε πρὸς δόμους οὐρανῶν.
Νύκτα τῶν παθῶν, τῷ φωτὶ ἀπήλασας εὐχῶν σου, καὶ σκληραγωγίας Γεώργιε, τῆς σαρκός σου φωτοφόρε ἀσκητά.
Πόντου εὐθαλές, καὶ νεόφυτον εὐῶδες ῥόδον, ἐν ἐσχάτοις χρόνοις Γεώργιε, Μακεδόνων εὐωδίασας τὴν γῆν.
Ὄλβε τιμαλφές, Ἀναλήψεως Μονῆς ἐν Δράμᾳ, τοὺς ἀσπαζομένους Γεώργιε, καθαγίαζε λειψάνων σου σορόν.
Νέκρωσον ἡμῶν, τὰ χαμαίζηλα σαρκίου πάθη, ὁ αὐτὰ νεκρώσας συντόνοις σου, ἀγωνίσμασι Γεώργιε σεπτέ.
Τεῖχος ἀῤῥαγές, ἀγαθότητος ὀρθοπραξίας, καὶ ἀλκίμου ὤφθης φρονήματος, θείου Πνεύματος Γεώργιε πυξίς.
Ἵλεων ἡμῖν, τοῖς τιμῶσί σε ἀξιοχρέως, τὸν Χριστὸν ἀπέργασαι Ὅσιε, Δραμινῶν τῆς Ἐκκλησίας θησαυρέ.
Ὤφθης φωτεινόν, Πόντου αὔγασμα καὶ μυροβόλον, τῆς Ἀργυρουπόλεως βλάστημα, παναοίδιμε Γεώργιε σοφέ.
Νάρδον τὸ ἡδύ, ἐγρηγόρσεως καὶ ἀπαθείας, πεφηνὼς Γεώργιε ἥδυνας, εὐωδίᾳ σου χορείας εὐσεβῶν.
Ἔπηξας Μονήν, Ἀναλήψεως Χριστοῦ ἐν Δράμᾳ, ἥνπερ ἐργαστήριον ἔδειξας, ὦ Γεώργιε εὐχῆς καρδιακῆς.
Ὕμνοις καὶ ᾠδαῖς, καταστέφοντες σὴν θείαν μνήμην, σῶν λειψάνων θήκην Γεώργιε, προσκυνοῦμεν Δράμας θεῖε ἰατήρ.
Χαῖρε ἀσκητά, νέε πίστεως καὶ εὐλαβείας, σκήνωμα Γεώργιε κράζοντες, ἐκδεχόμεθα ἐνθέρμου σου λιτάς.
Δόξα. Τριαδικόν.
Οἱ τῶν εὐσεβῶν, Σὲ δοξάζουσι χοροὶ ἀσμένως, σὺν Πατρὶ καὶ Λόγῳ Παράκλητε, ὁμοούσιε καὶ σύνθρονε Τριάς
Καὶ νῦν. Θεοτοκίον.
Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ Σου Θεογεννῆτορ, ἀρωγῆς θερμῆς καὶ προνοίας Σου, ὡς ἡ ὄρνις τὰ νοσσία ἑαυτῆς.
Καὶ πάλιν τὸ πρώτον:
Ἄξιόν ἐστι, μακαρίζειν σε τὸ νέον εὖχος, Πόντου καὶ περίδοξον καύχημα, Δράμας Ὅσιε Γεώργιε σοφέ.

ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, Γεώργιε θεόφρον, τιμῶμέν σε ἐκθύμως.
Αἱ γενεαὶ πᾶσαι, Γεώργιε τιμῶμεν, Ὁσίων νέον γέρας.
Διήνυσας τὸν δρόμον, τοῦ σοῦ παρόντος βίου, Γεώργιε ὁσίως.
Ῥανῖσί σου ἱδρώτων, κατήρδευσας τὴν χθόνα, Γεώργιε τῆς Δράμας.
Ἀσκήσει σου συντόνῳ, προσείλκυσας τὴν χάριν, Γεώργιε τὴν θείαν.
Μὴ παύσῃ ἐποπτεύων, Γεώργιε τοὺς πίστει, σὲ ἀνυμνολογοῦντας.
Ἱκέτευε τὸν Κτίστην, ὑπὲρ τῶν εὐφημούντων, Γεώργιε σοὺς πόνους.
Νικῆσαι τὸν βελίαρ, ἀξίωσον ἱκέτας, Γεώργιε θερμούς σου.
Ὡς ἴον σε τοῦ Πόντου, νεόφυτον τιμῶμεν, Γεώργιε προθύμως.
Ναοὺς χρηστοηθείας, Γεώργιε λιταῖς σου, τοὺς σοὺς ἱκέτας δεῖξον.
Ἀστείρευτος χειμάῤῥους, Γεώργιε ἐδείχθη, τῶν σῶν λειψάνων θήκην.
Νῦν Δραμινῶν χορεῖαι, Γεώργιε ὑμνοῦσι, θαυμάτων σου τὸ πλῆθος.
Ταμεῖον ἰαμάτων, Γεώργιε ὑπάρχεις, καὶ ξένων παραδόξων.
Ἰάσσεις ἀναβλύζει, παντοδαπὰς ἡ θήκη, πανσέπτων σου λειψάνων.
Λαμπὰς ὁμολογίας, φωτόλαμπρος Κυρίου, Γεώργιε ὑπάρχεις.
Ἡμεῖς ἐπιτελοῦντες, Γεώργιε σὴν μνήμην, πληρούμεθα χαρίτων.
Ποντίων νέον εὖχος, Γεώργιε μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύων.
Τὴν χάριν σου τὴν θείαν, Γεώργιε ζητοῦμεν, οἱ μακαρίζοντές σε.
Ὀφθεὶς τοῦ Παρακλήτου, δοχεῖον πᾶσι πέμψον, Γεώργιε σὴν χάριν.
Δόξα. Τριαδικόν.
Ῥοάς μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, Τριὰς Ὑπεραγία.
Καὶ νῦν. Θεοτοκίον.
Χαρᾶς ἡμῶν τὸν βίον, ἔμπλησον Παρθένε, σεμνὴ Θεογεννῆτορ.
Καὶ πάλιν τὸ πρώτον:
Αἱ γενεαὶ πᾶσαι, Γεώργιε θεόφρον, τιμῶμέν σε ἐκθύμως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΙΣΤΟΡΙΑ ΤΗΣ ΚΡΗΤΗΣ