Δευτέρα, 19 Δεκεμβρίου 2016

ΑΓΙΟΣ ΙΓΝΑΤΙΟΣ ΘΕΟΦΟΡΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ Κ΄!!
ΙΓΝΑΤΙΟΣ ΘΕΟΦΟΡΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ὡς παιδίον ὁ Χριστός, Πάτερ ταῖς οἰκείαις ἀγκάλαις, σὲ περιέφερε, τότε προετύπωσε τὴν ἐσομένην σοι, εὐσεβείας λαμπρότητα, καὶ τὴν ὑπὲρ λόγον, θείαν σου ἀνάβασιν, ἐπὶ τὰ κρείττονα· ὅθεν, θεοφόρος ἐκλήθης, καὶ Θεοῦ θεράπων ἐδείχθης, ἔνδοξε Ἰγνάτιε τῷ βίῳ σου.

Ὅτε, Ἀποστόλων κοινωνός, οἷα μαθητὴς τούτων ὤφθης, καὶ μιμητὴς ἀληθής, τότε ἐνθεώτατος, καὶ πλήρης χάριτος, ἀνεδείχθης Ἰγνάτιε, καὶ Ἀντιοχέων, πρόεδρος περίδοξος, καὶ ποιμενάρχης σοφός· ὅθεν, ἀληθείας ἐν πόᾳ, ἄγων τὴν σὴν ποίμνην θεόφρον, ὑπὲρ τοῦ Χριστοῦ νομίμως ἤθλησας.

Ὅτε, ἐξ Ἑώας ὡς ἀστήρ, ἔσπευδε πρὸς Δύσιν ἀθλῆσαι, ὑπὲρ τῆς δόξης Χριστοῦ, τότε διερχόμενος, τὰς πόλεις δέσμιος, τὰς σεπτὰς ἐπεστήριζες, Θεοῦ Ἐκκλησίας, ὡς ὁ Παῦλος Ἅγιε, πλουσίῳ λόγῳ σου· ὅθεν, τῶν σοφῶν διδαχῶν σου, τὰς ἐπιστολὰς κεκτημένοι, χάριτος πληρούμεθα τοῦ Πνεύματος.

Ὅτε, τοῖς θηρίοις πρὸς βοράν, δέδοσαι προθύμῳ καρδίᾳ, τῇ τοῦ τυράννου βουλῇ, τότε χαίρων ἔκραζες· σῖτος ὑπάρχω Θεοῦ, διὰ τοῦτο ἀλήθομαι, θηρῶν τοῖς ὁδοῦσιν, ὡς ἂν ἄρτος ἥδιστος, Κυρίῳ γίνωμαι, ὢ τῆς σῆς ἀνδρείας θεόφρον! Δι’ ἧς θαυμαστῶς ἐδοξάσθης, παρὰ τοῦ Χριστοῦ Πάτερ Ἰγνάτιε.

Δόξα. Ἦχος β΄.
Ἐνδεδυμένος τὸν Χριστὸν Ἰγνάτιε, ἐν αὐτῷ ἔζης ἐν κόσμῳ, νεκρωθεὶς τοῖς παροῦσι. Καὶ Ἀποστολικῶν ἀξιωθεὶς χαρισμάτων, τῆς εὐσεβείας ὄργανον πέφηνας, λαλοῦν καὶ ἐνεργοῦν, ἐν Ἁγίῳ Πνεύματι. Φωτὶ γὰρ θείῳ λαμπόμενος, παγκοσμίως ἔλαμψας. Καὶ λαμπρῶς ἀγωνισάμενος, ἀξίως ἐστεφανώθης, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Βηθλεὲμ γῆ Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ Χριστὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλος ἀπὸ παιδός, ἐδείχθης θεοφόρος, Ἰγνάτιε παμμάκαρ, καὶ μύστης τῶν ἀῤῥήτων, ὡς Ἀποστόλων σύσκηνος.

Στ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Μύστης θεοειδής, τοῦ θείου Ἰωάννου, Ἰγνάτιε ἐγένου, καὶ τὴν θεολογίαν, τὴν ὑπὲρ νοῦν μεμύησαι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τάφος αἱ τῶν θηρῶν, σοὶ ὤφθησαν γαστέρες, ἀλλ’ ἐν τῇ οὐρανίῳ, Σιὼν χαίρων μετέστης, περιφανῶς Ἰγνάτιε.

Δόξα. Τριαδικόν.
Σύνθρονε παντουργέ, ὁμόδοξε Θεότης, ἐλέησον τὸν κόσμον, πρεσβείαις Ἰγνατίου, τοῦ θείου Σου θεράποντος.

Καὶ νῦν. Προεόρτιον.
Ἔρχεται ἡ ἁγνή, ἐν Βηθλεὲμ τῇ πόλει, γεννῆσαι τὸν Σωτῆρα, ἀῤῥήτῳ εὐσπλαγχνίᾳ, λαοὶ προεορτάσατε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον, Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Δόξα. Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ ἔρωτι, ἐπτερωμένος, τοῦ σὲ ψαύσαντος, χερσὶν ἀχράντοις, θεοφόρος ἀνεδείχθης Ἰγνάτιε· καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ἀπολυτίκιον, Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ Ἁγίου. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου.
Ὁ Θεοφόρος καλούμενος ἀξίως, ὅτε ὁ Δεσπότης σε, μάκαρ, Ἰγνάτιε, ὡς συμπαθὴς ἠγκαλίσατο, φιλοσοφίας, τῆς ἀνωτάτω φαίνων τὰ δόγματα, τότε τὴν πολύφωτον αἴγλην εἰσδέδεξαι, καθάπερ σπόγγος τὰ νάματα ἐκ τῆς ἀβύσσου, τῶν φωτισμάτων ἀνιμησάμενος· ὅθεν κατ' ἴχνος ἠκολούθησας, τῷ καλοῦντι Χριστῷ τῷ Θεῷ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ τετρωμένος ἀγάπῃ τῇ τελείᾳ, ὅτε ὁ πρηστήριος, ἔρως ἀνέφλεγε, σοῦ τὴν ψυχὴν ἱερώτατε, πρὸς τὸν Δεσπότην, σὲ κατεπείγων Πάτερ πορεύεσθαι, τότε τὸν ἀοίδιμον λόγον ἐβόησας· Σῖτος ὑπάρχω τοῦ Κτίσαντος, καὶ δι' ὀδόντων, δεῖ με θηρίων πάντως ἀλήθεσθαι, ἵνα τῷ Λόγῳ καθαρώτατος, ἄρτος φανῶ τῷ Θεῷ ἡμῶν· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Συνεσταυρώθης Χριστῷ Ἱεροφάντορ, ὅτε τὸν θεόπνευστον λόγον ἀνέκραξας· Ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ κοινωνῆσαι, τούτῳ τοῦ πάθους λίαν ἐπείγομαι· ἐντεῦθεν Ἰγνάτιε, καθάπερ ἥλιος, ἀνατολῆς ἐξορμώμενος, ἐπὶ τὴν δύσιν, καταφωτίζων μάκαρ διέδραμες, καὶ βασιλείας διαδήματι, ἐκοσμήθης Χριστῷ προσαγόμενος· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς συνήθης καὶ σύσκηνος, Ἀποστόλων γενόμενος, παρ’ αὐτῶν μεμύησαι τὰ οὐράνια, καὶ Παρακλήτου τὴν ἔλλαμψιν, ἐπλούτησας Ἅγιε, τῇ ἀμέμπτῳ σου ψυχῇ, τετρωμένος τῷ ἔρωτι, τοῦ παντάνακτος, οὗ τοῖς ἴχνεσι βαίνων Ἱεράρχης, θεοφόρος ἀνεδείχθης, καὶ Ἀθλητὴς ἐνθεώτατος.

Ὡς πολύφωτος ἥλιος, ἐξ Ἑώας ἀνέλαμψας, καὶ τὴν κτίσιν ἅπασαν κατελάμπρυνας, μαρμαρυγαῖς τῶν ἀγώνων σου, πρὸς Δύσιν ἀγόμενος, περικείμενα δεσμά, δι’ ἀγάπην τοῦ Κτίστου σου, καὶ γενόμενος, ἐν τῇ Ῥώμῃ τὸν μέγιστον ἀγῶνα, ἐκτελεῖς καὶ διανύεις, καρτεροψύχως Ἰγνάτιε.

Κατὰ πόλιν Ἰγνάτιε, ὡς ὁ Παῦλος ὁ ἔνθεος, Πάτε διερχόμενος δρόμῳ κρείττονι, τὰς Ἐκκλησίας ἐστήριζες, σοφοῖς σου διδάγμασιν, ὡς Χριστοῦ μυσταγωγός, καὶ ποιμὴν ἀληθέστατος, καὶ στεῤῥότατα, σπαραχθεὶς τῶν λεόντων τοῖς ὁδοῦσι, θαυμαστῶς ἐμεγαλύνθης, Ἱερομάρτυς πανεύφημε.

Δόξα. Ἦχος πλ. δ'. Ἀνατολίου
Θεοφόρε Ἰγνάτιε, τὸν σὸν ἔρωτα Χριστὸν ἐνστερνισάμενος, μισθὸν ἐκομίσω, τῆς ἱερουργίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὸ τελειωθῆναι δι' αἵματος· διὸ σῖτος γενόμενος τοῦ ἀθανάτου γεωργοῦ, δι ὀδόντων θηρίων ἠλέσθης, καὶ ἄρτος ἡδὺς αὐτῷ ἀνεδείχθης, πρέσβευε ὑπὲρ ἡμῶν, Ἀθλητὰ μακάριε.

Καὶ νῦν. Προεόρτιον. Ἦχος πλ. δ'. Ἀνατολίου
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι,' 7. γ,' 13)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἰδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεοθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. ᾽Εγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι', 31)
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ, Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια, Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ', 7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α’.
Τὸ πῦρ τὸ οὐράνιον δεξάμενος Ἰγνάτιε, στόμα θεῖον ἔσχηκας, ὡς Ἀποστόλων ὁμότροπος· ὅθεν τῆς εὐσεβείας τὸ μυστήριον, γλώσσῃ σοφῇ κηρύξας, τοῦ Εὐαγγελίου τῆς χάριτος, ὑποφήτης ὤφθης θεόσοφος. Καὶ μαρτυρικῶς ἀγωνιζόμενος, τοῖς πᾶσιν ἐβόας· οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν καὶ ἁλλοῦν, εἰς ζωὴν αἰώνιον, ἧς ἐπιτυχὼν καλῶς ἀθλήσας, ταύτης καὶ ἡμᾶς τυχεῖν ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Ἱερομάρτυς ἀξιάγαστε.

Ἦχος β΄.
Ἁγιασθεὶς τῇ τοῦ Σωτῆρος προσψαύσει, ἡγιασμένος ὅλος καὶ ἔνθεος, καὶ θεοφόρος ἐκ παιδός, ἐδείχθης Ἰγνάτις. Καὶ ἀποστολικαῖς ἀναστροφαῖς μυσταγωγούμενος, τῶν μυστηρίων τῆς χάριτος, οἰκονόμος ὤφθης ἱερός, καὶ Ἱεράρχης θεόληπτος. Θείῳ γὰρ λόγῳ ἡγίασας, τοὺς ἐναγεῖς τὸ πρότερον, καὶ τέκνα φωτὸς ἔδειξας, τοὺς πρὶν τῇ πλάνῃ δουλεύοντας, Εὐαγγελίου τοῖς δόγμασι, καὶ τῶν Παθῶν τοῦ Σωτῆρος, Μάρτυς γενόμενος, τῆς ἐν Αὐτῷ λαμπρότητος ἐκοινώνησας, Ἱερομάρτυς ἀξιάγαστε.

Ἦχος γ΄.
Τοῖς ὑπὲρ Χριστοῦ δεσμοῖς κοσμούμενος, ὡς ὁ μέγας Παῦλος, ἀγαλλομένῳ ποδὶ ἔσπευδες, ἐπὶ τὸν μέγαν ἄθλον, θεοφόρε Ἰγνάτιε· ὢ τοῦ θερμοῦ σου ἔρωτος, πρὸς Χριστὸν τὸν Σωτῆρα! ὢ τῆς πολλῆς ἀνδρείας σου, καὶ τῶν ἁγίων δρόμων πολυΰμνητε! Χριστὸν γὰρ μόνον ποθῶν, καὶ Αὐτὸν ἐκζητῶν, οὐδόλως ἐνάρκησας ἐν ταῖς θλίψεσιν, οὐδαμῶς ἔφριξας, τὴν λεόντων ἀγριότητα, ἀλλ’ ὑπ’ αὐτῶν ἀλεσθεὶς οἷα σῖτος Θεοῦ, ἄρτος ἡδὺς Αὐτῷ ἐγένου, καὶ θυσία καθαρὰ προσήχθης τῷ σὲ δοξάσαντι, Ἱερομάρτυς ἀξιάγαστε. ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Ὡς Ἀποστόλων φοιτητής, καὶ τοῦ Σωτῆρος μαθητὴς ἐνθεώτατος, τοῖς ἴχνεσιν αὐτῶν ἠκολούθησας, θεοφόρε Ἰγνάτιε. Λόγῳ γὰρ καὶ ἔργῳ διέπρεψας, καὶ τῆς ἀπάτης τὴν πλάνην διήλεγξας, εὐσεβεῖ παῤῥησίᾳ. Καὶ σαὐτὸν ὑπόδειγμα ἀθλήσεως προθέμενος, συνεσταυρώθης τῷ Χριστῷ, ὡς ἐπόθεις τῷ σῷ ἔρωτι. Καὶ νῦν τῆς κεκρυμμένης ἐν αὐτῷ, ἀπολαύων δόξης, ἀνακεκαλυμμένῳ προσώπῳ, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἡσαΐα χόρευε, λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ κόρῃ Μαριάμ, βάτον καταφλέγεσθαι, καὶ πυρὶ μὴ καίεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδὲμ καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ σπηλαίου, ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἱερομάρτυς Χριστοῦ, τῶν Ἀποστόλων κοινωνὸς καὶ ὁμόζηλος. Αὐτοῖς γὰρ ἀκολουθήσας, καὶ μαθητεύσας πιστῶς, ἐμυήθης πᾶσαν γνῶσιν ἔνθεον· ἐντεῦθεν ἐκήρυξας, θεηγόρῳ σου στόματι, τὴν τοῦ Σωτῆρος, ὑπὲρ νοῦν ἐναθρώπησιν, δι’ ἧς εὕρομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν, ὄργανον τὸ θεόπνευστον, ὁ νοῦς ὁ οὐράνιος, ὁ πλήρης θείας σοφίας, καὶ ἀποῤῥήτου ἐλλάμψεως. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Ὅλος, ἁγιασθεὶς ἐκ παιδός, θείᾳ προσψαύσει τοῦ Σωτῆρος Ἰγνάτιε, ἀνήχθης εἰς μέτρον θεῖον, ταῖς ἀρεταῖς ἐκτραφείς, οἷα θεοφόρος ἐνθεώτατος· ἐντεῦθεν τοῦ Πνεύματος, ἐνδιαίτημα πέφηνας, θείας ἀγάπης, Πάτερ ἄνθραξ διάπυρος, φλέγων ἅπασαν, ματαιότητος ἄκανθαν· στῦλος ὁ ἀπερίτρεπτος, καὶ στήριγμα ἄσειστον, τῶν κατὰ πόλεις ἁγίων, Ἐκκλησιῶν τοῦ Θεοῦ ἡμῶν. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, Ἀντιοχείας ποιμήν, Ἐκκλησιῶν περιφανὲς ἐγκαλλώπισμα, ὁ σύμπνους τῶν Ἀποστόλων, Ἱεραρχῶν καλλονή, Ἱερομαρτύρων ἀκροθίνιον, Ἰγνάτιε ἔνδοξε, τοῦ Χριστοῦ φίλε γνήσιε, ὁ τὸν ἀγῶνα, διανύσας στεῤῥότατα, καὶ τοὺς ἅπαντας, καταπλήξας τῷ τρόπῳ σου· ὅθεν λαμπρῶς δεδόξασαι, ὡς Μάρτυς ἀήττητος, καὶ ἱερεὺς θεοφόρος, παρὰ Χριστοῦ τοῦ παντάνακτος. Αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος α'. Τοῦ Στουδίτου
Ὢ τῆς στεῤῥᾶς καὶ ἀδαμαντίνου σου ψυχῆς, ἀξιομακάριστε Ἰγνάτιε! σὺ γὰρ πρὸς τὸν ὄντως σὸν ἐραστήν, ἀνένδοτον ἔχων τὴν ἔφεσιν, ἔλεγες· Οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν, καὶ λαλοῦν ἐν ἐμοί, ἔνδοθέν μοι λέγον· Δεῦρο πρὸς τὸν Πατέρα· ὅθεν θείῳ Πνεύματι πυρπολούμενος, θῆρας ἠρέθισας κόσμου σε θᾶττον χωρίσαι, καὶ πρὸς τὸν ποθούμενον παραπέμψαι Χριστόν· ὃν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Προεόρτιον. Ἦχος β'. Κυπριανοῦ.
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον, Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Δόξα. Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ ἔρωτι, ἐπτερωμένος, τοῦ σὲ ψαύσαντος, χερσὶν ἀχράντοις, θεοφόρος ἀνεδείχθης Ἰγνάτιε· καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ἀπολυτίκιον, Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς θεῖος μαθητής, τῶν σοφῶν Ἀποστόλων, ὁμότροπος αὐτῶν, ἐν τῷ βίῳ ἐδείχθης, παμμάκαρ Ἰγνάτιε, καὶ τὸν λόγον τῆς χάριτος, ἀνεκήρυξας, ὡς εὐκλεὴς Ἱεράρχης, καὶ τὸν δρόμον σου, μαρτυρικῶς ἐκτελέσας, ἀξίως δεδόξασαι.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ὁ κλίνας οὐρανούς, καὶ Παρθένῳ οἰκήσας, προέρχεται σαρκί, Βηθλεὲμ ἐν Σπηλαίῳ, τεχθῆναι καθὼς γέγραπται, ὁραθῆναί τε νήπιος, ὁ τὰ νήπια, ζωογονῶν ἐν τῇ μήτρᾳ τούτῳ χαίροντες, νῦν ὑπαντήσωμεν πάντες, καρδίας εὐθύτητι.

Μετὰ τὴν β’ Στιχολογίαν. Ὅμοιον.
Φρονήματι στεῤῥῷ, τὴν ὁρμὴν τῶν λεόντων, οὐκ ἔπτηξας σοφέ, ἀλλ’ ἀνδρείως ὑπέστης, τὸν θάνατον Ἰγνάτιε, καὶ ὡς θῦμα εὐπρόσδεκτον, προσενήνεξαι, τῷ Ἀθλοθέτῃ Κυρίῳ· Ὃν ἱκέτευε, ὑπὲρ ἡμῶν θεοφόρε, τῶν πίστει τιμῶντων σε.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἀγάλλου ἡ Σιὼν· Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν Ἀστέρα προπέμψας, μηνύει τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Φιλάνθρωπος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀκτῖσι τῶν λόγων σου οἷα φωστὴρ φαεινός, πυρσεύεις Ἰγνάτιε τὰς Ἐκκλησίας Χριστοῦ, καὶ νέμεις τὰ κρείττονα. Σπεύδων γὰρ πρὸς τὴν Ῥώμην, τοῦ θανεῖν θείῳ πόθῳ, ἔδειξας τῆς ἀγάπης, τῆς ἁγίας τὸν πλοῦτον, ἐν ᾗ τοὺς σὲ γεραίροντας, συντήρει πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἡ πάναγνος ἔρχεται ἀποτεκεῖν ἐν σαρκί, Σπηλαίῳ τὸν Κύριον δι’ εὐσπλαγχνίαν πολλήν, γενόμενον ἄνθρωπον· χόρευε πᾶσα κτίσις, δεχομένη τὴν χάριν· ᾄδε προεορτίους, τῷ Σωτῆρι αἰνέσεις, τῷ ἤκοντι ἐν κόσμῳ, τοῦ σῶσαι τὸν ἄνθρωπον.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Θεοφόρε Ἰγνάτιε, ἀπὸ παιδὸς ἀνακείμενος Χριστῷ, ἀνενδότως ἐβάδισας, τοῖς ἴχνεσιν αὐτοῦ· καὶ Ἱεράρχης ὅσιος γενόμενος, ἀποστολικοῖς ἐμπρέπων χαρίσμασι, μαρτυρικῶς ἠνδραγάθησας, ὐπὸ θηρίων ἀγρίων ἀναλωθείς. Καὶ νῦν τῶν ἐφετῶν τῷ ἀκροτάτῳ παριστάμενος, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α'. Ἦχος α'. Ὁ Προεόρτιος. ᾨδὴν ἐπινίκιον
Ἀρξώμεθα σήμερον, προεορτάζειν, Χριστοῦ τὰ Γενέθλια, τοῦ τεχθέντος σώματι, ἐκ τῆς Παρθένου Μητρός, ἐν τῷ Σπηλαίῳ Βηθλεέμ, δι' εὐσπλαγχνίαν πολλήν.
Δεσμῶν ἀπολύων με, τῆς ἁμαρτίας, σπαργάνοις εἱλίσσεται, καὶ ἐν φάτνῃ τίθεται, βρέφος ὁρώμενος, ὁ προαιώνιος Θεός· Δόξα τῷ κράτει αὐτοῦ.
Ἐδὲμ διανοίγεται, σοῦ τικτομένου, ἐκ Κόρης θεόπαιδος, ἐν τῇ πόλει Δέσποτα, τῇ Βηθλεὲμ ἐν σαρκί. Ὑμνολογοῦμεν τὴν φρικτὴν οἰκονομίαν σου.
Ἰδοὺ νῦν πεπλήρωται, τοῦ Ἡσαΐου, ἡ πρόῤῥησις Πάναγνε· τοῦ τεκεῖν τὸν ἄχρονον· ἐν Σπηλαίῳ γὰρ Υἱόν, ἐλήλυθας, πᾶσα ἡ γῆ διὸ εὐφραίνεται.

Τοῦ Ἁγίου. ᾨδὴ α'. Ἦχος α'. ᾨδὴν ἐπινίκιον.
Φαιδρῶς ἑορτάζοντες, εὐωχηθῶμεν, ὁ Μάρτυς Ἰγνάτιος, ἱερῶς προτρέπεται, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐπὶ τὴν ἄθλησιν αὐτοῦ, τὴν πολυΰμνητον.
Τὴν ἔνδοξον μνήμην σου, πάντες τιμῶμεν, παμμάκαρ Ἰγνάτιε, καὶ ψαλμοῖς γεραίρομεν, τὸν στεφανώσαντα, τὴν πάνσεπτόν σου κορυφήν, θεομακάριστε.
Φωστὴρ διαυγέστατος, τῆς Ἐκκλησίας, ὑπάρχων Ἰγνάτιε, καταλάμπεις ἅπαντα, τῆς γῆς τὰ πέρατα, καὶ τὴν Ἑσπέραν δᾳδουχεῖς, ἐκ τῆς Ἑῴας ἐλθών.
Τοῦ Παύλου μιμούμενος, τοὺς κατὰ τόπον, κινδύνους Ἰγνάτιε, καὶ ὑπάρχων δέσμιος, οὐ κατενάρκησας, στηρίζων γράμμασι πυκνοῖς, τὰς Ἐκκλησίας Χριστοῦ.
Δόξα...
Τριὰς Ὑπερούσιε, μία Θεότης, Μονὰς Τρισυπόστατε, τοὺς πιστῶς βοῶντάς σοι Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ Δημιουργέ, σῶσον ἐλέησον.
Καὶ νῦν... Θεοτοκίον
Ἐδὲμ εὐτρεπίσθητι· ἡ Ἐφραθᾶ γάρ, τῷ Κτίστῃ ἡτοίμασται, γεννηθῆναι μέλλοντι, ἐκ τῆς Παρθένου Μητρός, ἐν τῷ Σπηλαίῳ Βηθλεέμ, δι' εὐσπλαγχνίαν πολλήν.

ᾨδὴ γ', ὁ Προεόρτιος. Λίθον ὃν ἀπεδοκίμασαν
Ταύτην τοῦ Χριστοῦ τὴν σάρκωσιν, γνοὺς ὁ Ἡσαΐας, Πνεύματι Ἁγίῳ, ἐμφανῶς προλέγει, Παιδίον ἐκ Παρθένου, γεννᾶται ὁ Κύριος, εἰς ἀναγέννησιν ἡμῶν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.
Ἄστρον ἤδη ἀνατέταλκεν, ἐκ φυλῆς, Ἰούδα, ὅπερ ἐπιγνόντες, Βασιλεῖς κινήσεις, ἀνατολῶν ποιοῦνται, καὶ φθάσαι ἐπείγονται, ὅπως θεάσωνται Χριστόν, ἐν Βηθλεέμ σαρκὶ τικτόμενον.
Ὕμνον πᾶσα προεόρτιον, προσαδέτω κτίσις, τῷ πρὸ ἑωσφόρου, ἐκ Πατρὸς γεννηθέντι, καὶ νῦν ἐκ τῆς Παρθένου, ἀῤῥήτως ἐκλάμποντι, καὶ τικτομένῳ σαρκικῶς, ἐν Βηθλεὲμ δι' εὐσπλαγχνίαν πολλήν.

Τοῦ Ἁγίου. Λίθον ὃν ἀπεδοκίμασαν.
Τύπος Ἱερᾶς ἀθλήσεως, ἀνεδείχθης Μάκαρ, στήλη καρτερίας, καὶ κανὼν ἀνδρείας, καὶ στῦλος Ἐκκλησίας, καὶ Πίστεως ἔρεισμα, καὶ ἀρετῆς ὑπογραμμός, ἄθλοις σεπτοῖς, στεφανωθεὶς ἐν Χριστῷ.
Ὄντως φερωνύμως κέκλησαι, Θεοφόρος Πάτερ· νήπιος γὰρ ἔτι, κομιδῇ ὑπάρχων, εἰς χεῖρας τοῦ Κυρίου, φερόμενος ἵστασο, ἀναφωνοῦντος πρὸς ἡμᾶς· Γίνεσθέ μοι ὡς τὸ παιδίον τοῦτο.
Ποῖος τόπος οὐχ ἡγίασται, τοῖς παθήμασί σου; ποία παροικία, οὐκ ἐγνώσθης Μάρτυς; ἢ ποία φυλακὴ σε, σχεδὸν οὐκ ἐδέξατο, δέσμιον Μάρτυρα Χριστοῦ; ζῆλος γάρ σε θεῖος ἠρέθιζε.
Σῖτος καθαρὸς Θεῷ ἡμῶν, ἀνεβόας πέλων, σπεύδω ἀλεσθῆναι, ὑπὸ θηρῶν ἀγρίων, θλασθήτω τὰ ὀστᾶ μου, βρωθήτω τὰ μέλη μου, καὶ βρῶμα γένωμαι θηρῶν, ἵνα Χριστῷ, καθαρὸς ἄρτος ὀφθῶ.
Ξένον Μαρτυρίου στάδιον, ἱερῶς ἀνύσας, ξένην παρὰ πάντας, τοὺς προηθληκότας, ἀνδρείαν ἐπεδείξω, τῷ πόθῳ πυρούμενος, τοῦ ἀνενδότου ἐραστοῦ, ὃς τις ὡς πῦρ, τὴν σὴν ἀνῆπτε ψυχήν.
Ζέων εἰς ἀεὶ τῷ πνεύματι, ὁ Ἱερομάρτυς, ἔκραζε σὺν πόθῳ, ἐν μέσῳ τῶν κινδύνων· Χριστὸν διώκω χαίρων, Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι μὲν ἐγώ, ζῇ δὲ φησίν, ἐν ἐμοὶ μόνος Χριστός.
Δόξα...
Μίαν προσκυνῶ Θεότητα, ὡς ἀρχὴν καὶ τέλος, πάντων τε τῶν ὄντων, καὶ τῶν γενησομένων, Πατέρα ἀγέννητον, Υἱὸν ἀχρόνως γεννητόν, Πνεῦμα εὐθές, ἐκπορευτὸν ἐκ Πατρός.
Καὶ νῦν... Θεοτοκίον
Δεῦρο Ἡσαΐα βόησον· Ἰδοὺ ἡ Παρθένος, ἔχει ἐν κοιλίᾳ, τὸν Λυτρωτὴν τοῦ Κόσμου, καὶ τίκτει ἐν Σπηλαίῳ, καὶ ἔσται τὸ ὄνομα, τοῦ τικτομένου Ἰησοῦ, Θεὸς μεθ ἡμῶν, Ἐμμανουὴλ Σαβαώθ.

Κάθισμα τοῦ Ἁγίου. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐξ Ἑῴας ἐκλάμψας ὥσπερ ἀστήρ, καὶ ἀκτῖσι τῶν λόγων λαμπαδουχῶν, τὸν κόσμον ἐφώτισας, καὶ τὸ σκότος ἐμείωσας, καὶ ὡς ὁ Παῦλος τὸν δρόμον, γενναίως διήνυσας, ὑπομείνας κινδύνους, ἐν Ἔθνεσί τε καὶ πόλεσιν· ὅθεν καὶ ὡς σῖτος, τῶν θηρῶν τοῖς ὁδοῦσιν, ἠλέσθης γενόμενος, προσφορὰ τῷ Κυρίῳ σου, Θεοφόρε Ἰγνάτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... τοῦ αὐτοῦ. Ἦχος γ' Τὴν ὡραιότητα.
Χειροθετούμενος, ὑπὸ Χριστοῦ τοῦ Θεοῦ, ἐγκατελάμπρυνας, τὴν ἱεράν σου στολήν, καὶ μαρτυρίου ἀληθῶς, ἐπέτυχες Θεοφόρε· θῆρας γὰρ ἠρέθισας, ἐκ τοῦ κόσμου χωρίσαι σε, Παῦλον ἐκμιμούμενος, τὸν θεσπέσιον ἔνδοξε· διὸ καὶ ἐν τῇ Ῥώμῃ ἐπλήρωσας, Πάτερ ἀξίως τὸ Μαρτύριον.
Καὶ νῦν... Προεόρτιον, ὅμοιον
Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνερμηνεύτου! ἄρχεται ὁ ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος, Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε, ἡ κτίσις ἡμέραν προεόρτιον.

ᾨδὴ δ', ὁ Προεόρτιος. Ἐν Πνεύματι προβλέπων
Τὰ ὄρη οἱ βουνοί τε, καὶ ξύλα τοῦ δρυμοῦ, ποταμοὶ καὶ θάλασσαι, καὶ ἅπασα πνοή, ἐν εὐφροσύνῃ σκιρτήσατε· νῦν ἐγγίζει, ἡ σωτηρία Ἰησοῦς ἐκ τῆς Παρθένου, πόλει Βηθλεὲμ ἀποτίκτεσθαι.
Ἀνάλαβε Προφῆτα, ψαλτήριον Δαυΐδ, καὶ μελῴδει Πνεύματι, Ἁγίῳ ἐμφανῶς, ἐκ τῆς Παρθένου γεγέννηται ἀσυγχύτως, ὁ πρὸ ἑωσφόρου, ἐκ γαστρὸς Πατρὸς ἐκλάμψας, Κύριος τῆς δόξης Χριστὸς ὁ Θεός.
Πῶς δέξεταί σε Λόγε, τικτόμενον σαρκί, Σπήλαιον σμικρότατον, καὶ λίαν εὐτελές; πῶς εἱληθήσῃ σπαργάνοις ὁ περιβάλλων, πόλον νεφέλαις; πῶς ἐν φάτνῃ τῶν ἀλόγων, ἐπανακλιθήσῃ ὡς νήπιον;

Τοῦ Ἁγίου. Ἐν Πνεύματι προβλέπων
Ἐφαίδρυνας τῇ αἴγλῃ, τῶν ἄθλων σου τὴν γῆν, Ἱερὲ Ἰγνάτιε, δεσμώτης ἀπαχθείς· διαδραμὼν γὰρ ὡς ἥλιος ταῖς ἀκτῖσι, τοῦ μαρτυρίου τὴν Ἑσπέραν ἐξ Ἑῴας, πᾶσαν δᾳδουχῶν κατεφώτισας.
Ὡς Παῦλος δεδεμένος, θηρίοις λογικοῖς, ἐπὶ Ῥώμην ἔτρεχες, Ἰγνάτιε σοφέ· ἀλλ' οὐκ ἐπαύσω καὶ δέσμιος ὢν στηρίζων, τὰς Ἐκκλησίας ἐπιστέλλων κατὰ πόλιν, πᾶσι τοῖς Χριστοῦ Ἱεράρχαις θαῤῥεῖν.
Θηρίων μοι γενέσθω, τὰ στόματα σφαγή, καὶ γαστέρες μνήματα, ἐβόας Ἀθλητά· μηδεὶς ὀχλείτω, μηδείς μου θρύψει τὸν τόνον· ἐγὼ γὰρ σπεύδω ἀλεσθῆναι ὥσπερ σῖτος, καὶ ἄρτος εὑρεθῆναι Θεοῦ καθαρός.
Χριστοῦ σπεύδω γενέσθαι, Χριστοῦ μόνου ἐρῶ· ὅλος γὰρ Χριστοῦ εἰμι, ἐβόας Ἀθλητά, αὐτὸν διώκω, αὐτὸν ἐπείγομαι φθάσαι· καὶ διὰ τοῦτο πῦρ καὶ ξίφος καὶ θηρία, πάντα καρτερῶ, ἵνα τύχω αὐτοῦ.
Διήνυσας τὸ σκάμμα, ζεούσῃ τῇ ψυχῇ Μάρτυς καρτερόψυχε, τῷ ἔρωτι τρωθείς, τοῦ ἐραστοῦ σου· Χριστὸς γὰρ ἦν σοι ὁ ἔρως· ὃν ἀναπνέων καὶ διώκων ἐκαρτέρεις, πάντων τῶν δεινῶν τὰ ἐπίπονα.
Δόξα...
Τριάδα ἐν Μονάδι, δοξάσωμεν πιστοί, ἀσιγήτοις στόμασι, βοῶντες πρὸς αὐτήν· Ἡ ἐν Μονάδι Τριὰς Ἁγία προσκυνουμένη, καὶ ἐν Τριάδι ὑμνουμένη ἀσυγχύτως, δόξα σοι Τριὰς ὁμοούσιος.
Καὶ νῦν... Θεοτοκίον
Σπηλαίῳ ὑπογαίῳ, τεχθῆναι δι' ἡμᾶς, Θεὸς ὢν ἠξίωσας, πτωχεύσας Ἀγαθέ, τὴν ἡμετέραν πτωχείαν δι' εὐσπλαγχνίαν, καὶ ἐκ Παρθένου προελθὼν σεσαρκωμένος, μείνας εἷς Υἱὸς ἐκ Πατρὸς καὶ Μητρός.

ᾨδὴ ε', ὁ Προεόρτιος Τὴν σὴν εἰρήνην
Ῥανάτωσαν γηθόμενοι, νεφέλαι γλυκασμόν· ἤδη γὰρ ἐγγίζει ὁ Κύριος, ἀποτεχθῆναι ὥσπερ νήπιον, ἐκ τῆς Ἁγνῆς Παρθένου, ἐν εὐτελεῖ Σπηλαίῳ.
Οἱ θεῖοι νῦν σκιρτήσατε, Προφῆται τοῦ Θεοῦ· ἥκει γὰρ Χριστὸς ἡ ἀλήθεια, ἀποκληρῶσαι τὰ κηρύγματα, ὑμῶν τῆς θείας γλώσσης, τικτόμενος ὡς βρέφος.
Ἐδὲμ πάλαι κλεισθεῖσά μοι, ἀνοίχθητι λοιπόν, βλέπουσα Χριστόν, σαρκὶ νηπιάσαντα, καὶ ἐν τῇ πόλει ὡς εὐδόκησε, τῆς Βηθλεὲμ ἐκ Κόρης, τικτόμενον Παρθένου.

Τοῦ Ἁγίου. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.
Τοιοῦτος ἡμῖν ἔπρεπε, σοφὸς Ἀρχιερεύς, ὅσιος, πιστός, ἀμίαντος, ἄκακος, βοῶν ὁ Παῦλος προϋπέγραψε, την ἱερὰν εἰκόνα, τῶν ἱερῶν σου τρόπων.
Κανόνα ἀπαράτρωτον, καὶ τύπον εὐσεβῆ, ἔχοντες τὴν σὴν τοῦ βίου ἀκρόπολιν, πρὸς ταύτην Πάτερ ἀναγόμεθα, οἱ τῆς ἀρχαίας δόξης, τυχεῖν ἐπιποθοῦντες.
Τὰ Παύλου κατορθώματα, ζηλώσας εὐσεβῶς, ὅλους τοὺς αὐτοῦ, κινδύνους ὑπέμεινας, Ἱερομάρτυς ἀξιάγαστε, τὸ τῆς Ἑῴας φέγγος καὶ τῆς Ἑσπέρας ἄστρον.
Δεσμώτης ἀπαγόμενος, παθεῖν Ἀρχιερεῦ, δέσμιος Χριστοῦ, Ἰγνάτιε ἔγραφες, ταῖς Ἐκκλησίαις καὶ ταῖς πόλεσιν, ἐπιστηρίζων πάντας, ἐν τῇ ὁμολογίᾳ.
Ὡς στῦλος καὶ ἑδραίωμα, καὶ πρόβολος ἡμῶν, Μάρτυς καὶ Ποιμήν, ἀσάλευτον φύλαττε, τῆς Ἐκκλησίας τὴν ὁμόνοιαν, ἐν τῇ ὁμολογίᾳ, τῆς Χριστοῦ ἀληθείας.
Δόξα...
Τριάδος τὸ ὁμότιμον, ὑμνῶ καὶ προσκυνῶ, μίαν προσφυῶς, δοξάζων Θεότητα, τρισὶ Προσώποις ἀδιαίρετον, καὶ ἐν μιᾷ οὐσίᾳ, ἀεὶ γνωριζομένην.
Καὶ νῦν... Θεοτοκίον
Θεὸς ἀνθρώποις ὅμοιος, γενόμενος ἐκ σοῦ, βρέφος δι' ἡμᾶς, γεννᾶται Θεόνυμφε, καὶ μένει ὅλως ἀναλλοίωτος, καὶ ἐν σαρκὶ ὁρᾶται, Θεὸς ἐνανθρωπήσας.

ᾨδὴ ς', ὁ Προεόρτιος. Τὸν Προφήτην Ἰωνᾶν
Οὐρανὸς ἐπὶ τῆς γῆς, τὸν οὐράνιον δηλοῖ, Βασιλέα δι' ἡμᾶς, δι' ἀστέρος φαεινοῦ, τικτόμενον, τοῖς Ἀστρολόγοις, νῦν ἐν τῇ πόλει Δαυΐδ.
Ῥητορεύει καὶ βοᾷ, ὁ Προφήτης ἐμφανῶς, Οἶκος σὺ τοῦ Ἐφραθᾶ, Βηθλεὲμ ἐν ᾗ Θεός, ὀφθήσεται, ἐκ τῆς Παρθένου, σκίρτα καὶ χόρευε.
Ἐν Σπηλαίῳ Βηθλεέμ, Κόρη τίκτει ἐμφανῶς, τὸν Θεὸν τὸν τοῦ παντός, Ποιητὴν καὶ ὡς βροτόν, εἱλήσασα, σπαργάνοις φάτνῃ, ἐπανακλίνει αὐτόν.

Τοῦ Ἁγίου. Τὸν Προφήτην Ἰωνᾶν.
Ὡς τὸν ὄντως ἐραστήν, ἀγαπήσας ἀκλινῶς, καὶ τὸ πῦρ τὸ πρὸς αὐτόν, ἀναφλέξας νοερῶς, Ἰγνάτιε, τὸ ὕδωρ ἔσχες, ἐν σοὶ τὸ ζῶν καὶ λαλοῦν.
Εἰ καὶ ἔπιες Χριστοῦ, τὸ ποτήριον καινόν, ἀλλ' ἐνέμεινας διψῶν, τὸ θανεῖν ὑπὲρ τὸ ζῆν, καὶ ἔκραζες· Οὐδὲν μοι ταῦτα, πρὸς τὸ τυχεῖν με τοῦ ζῆν.
Τὸ μαρτύριον τῆς σῆς, συνειδήσεως πληρῶν, οὐκ ἐνάρκησας ὁρῶν, τῶν θηρίων τὰς ὁρμὰς, οὐκ ἔπτηξας, ὡς σῖτος μέλλων, μύλαις ἀλήθεσθαι.
Ὑπερζέων Ἀθλητά, τῇ ἀγάπῃ τοῦ Χριστοῦ, πρὸς τὸ πῦρ τῶν πειρασμῶν, ὡς εἰς δρόσον πρωϊνήν, ἀνέτρεχες, ἐκεῖνο φθάσαι, τὸ ὄντως, Ὂν ἐραστόν.
Τοὺς μακρούς σου πειρασμούς, καὶ τὰ ἄλυτα δεσμά, τοὺς ἐν Ῥώμῃ σπαραγμούς, καὶ τὸ πῦρ τῶν διωκτῶν, οὐδὲν ἡγοῦ, Ἱερομάρτυς, διὰ τὸν σὸν ἐραστήν.
Δόξα...
Ὑπερούσιε Τριάς, ὑπεράγαθε Μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, ἐλέησον, τοὺς προσκυνοῦντας, τὸ θεῖον κράτος σου.

Καὶ νῦν... Θεοτοκίον
Εὐτρεπίζου Βηθλεέμ, ἑτοιμάζου Ἐφραθᾶ, ὁ Ἀμήτωρ ἐκ Πατρός, καὶ Ἀπάτωρ ἐκ Μητρός, βαστάζεται, κυοφορεῖται, τίκτεται σῴζων ἡμᾶς.

Κοντάκιον τοῦ Ἁγίου. Ἦχος γ'. Ἡ Παρθένος σήμερον
Τῶν λαμπρῶν ἀγώνων σου, ἡ φωτοφόρος ἡμέρα, προκηρύττει ἅπασι, τὸν ἐκ Παρθένου τεχθέντα· τούτου γὰρ διψῶν ἐκ πόθου κατατρυφῆσαι, ἔσπευσας ὑπὸ θηρίων ἀναλωθῆναι· διὰ τοῦτο Θεοφόρος, προσηγορεύθης Ἰγνάτιε ἔνδοξε.
Ὁ Οἶκος
Ἀβραὰμ μὲν ποτε τὸν υἱὸν ἐθυσίαζε, τὴν σφαγὴν προτυπῶν τοῦ τὰ πάντα κατέχοντος, καὶ νῦν ἐν Σπηλαίῳ σπεύδοντος τεχθῆναι, σὺ δὲ θεόφρον, ὅλον προσήγαγες σαυτόν ὥσπερ σφάγιον, καὶ τῶν θηρίων βρῶμα γενόμενος, σῖτος καθαρὸς ὤφθης τῷ Κτίστῃ σου, ἐν ἀποθήκαις ἐπουρανίαις διαιωνίζων ἀληθῶς, καὶ τοῦ σοῦ ἔρωτος τρυφῶν· δι' ὃν πάντα τὸν κόσμον καταλείψας παμμάκαρ, Θεοφόρος προσηγορεύθης, Ἰγνάτιε ἔνδοξε.

Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου, ἐπισκόπου Ἀντιοχείας.
Λέουσιν, Ἰγνάτιε, δεῖπνον προὐτέθης,
Κοινωνὲ δείπνου μυστικοῦ, θάρσους λέον.
Εἰκάδι Ἰγνάτιος θάνε γαμφηλῇσι λεόντων.
Οὗτος ἦν διάδοχος τῶν Ἀποστόλων, τῆς τῶν Ἀντιοχέων Ἐκκλησίας δεύτερος μετὰ Εὔοδον Ἐπίσκοπος καταστάς, μαθητὴς γενόμενος Ἰωάννου τοῦ Θεολόγου, ἅμα Πολυκάρπῳ τῆς Σμυρνέων Ἐκκλησίας προέδρῳ. Προσήχθη δὲ Τραϊανῷ τῷ βασιλεῖ, διαβαίνοντι ἐπὶ Πάρθους. Καὶ πολλὰ αὐτῷ διαλεχθείς, καὶ τὸ ἀμετάθετον αὐτοῦ τῆς εἰς Χριστὸν πίστεως γνωρίσας, αὐτίκα μολυβδίναις σφαίραις τύπτεται· καὶ τὰς χεῖρας ἁπλωθείς, πῦρ ὑποδέχεται· καὶ πυρείοις ἐλαίῳ λιπανθεῖσι τὰς πλευρὰς φλέγεται· ἐπ’ ἀνθράκων ἵσταται· σιδηροῖς ὄνυξι ξέεται. Ἀνώτερος δὲ τούτων γενόμενος, ἀπεστάλη δεδεμένος ὑπὸ δέκα στρατιωτῶν ἐν Ῥώμῃ, τοῖς θηρίοις γενέσθαι βορά.
Στηρίξας οὖν τὰς κατὰ πόλιν Ἐκκλησίας, ἐν αἷς διήρχετο, εἰς τὴν Ῥώμην ἀχθείς, προσηύξατο ὑπὸ τῶν θηρίων βρωθῆναι, ἵνα, φησίν, ἄρτος γένωμαι καθαρὸς τῷ Θεῷ. Ὅθεν βληθεὶς εἰς τὸ ἀμφιθέατρον, ὑπὸ τῶν ἀφεθέντων ἐπ’ αὐτὸν λεόντων διεσπάσθη, καταλιπόντων μόνον τὰ παχύτερα τῶν ὀστέων αὐτοῦ· ἃ συλλεγέντα, ἀπεκόσμισθησαν εἰς Ἀντιόχειαν.
Οὗτος δὲ ἦν ὁ μακάριος, ὅν, ἔτι νήπιον ὄντα, κρατῆσαι, φασί, τὸν Δεσπότην, καὶ ἐναγκαλισάμενον εἰπεῖν· ἐὰν μήτις ταπεινώσῃ ἑαυτόν, ὡς τὸ παιδίον τοῦτο, οὐ μὴ εἰσέλθῃ εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν· καὶ ὃς ὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· διὰ τοῦτο καὶ Θεοφόρος ἐκλήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλογονίου.
Φιλογόνιος ἐντολεὺς λείπει βίον,
Δραμὼν ἀρίστην ἐντολῶν Θεοῦ τρίβον.
Οὗτος ὁ μακάριος, τῇ μαθήσει τῶν θείων γραμμάτων ἐκδοθείς, ἀνάθημα τῷ Θεῷ ἐγένετο. Διὰ πάσης γὰρ διελθὼν παιδεύσεως, ὡς μίαν ἁπάσας κατόρθωσεν. Ὅθεν λαμπρὸν ἐπεδείξατο βίον, καί τοι γυναῖκα ἔχων καὶ θυγατέρα, καὶ ἐν δικαστηρίοις στρεφόμενος, καὶ ἀνθρώποις ἀδικουμένοις συνηγορῶν, καὶ χεῖρα βοηθείας ὀρέγων. Οὗτος ὑπὲρ ἥλιον ἔλαμψεν, ὡς εὐθέως ἐκεῖθεν ταύτης ἄξιος φανῆναι τῆς ἀρχῆς, καὶ ἀπὸ βήματος ἐπὶ βῆμα ἤγετο. Καὶ πρῶτον μὲν ἀνθρώποις συνηγόρει, τοὺς ἠδικημένους τῶν ἀδικούν των ἰσχυροτέρους ποιῶν, ἔπειτα δὲ τὸ τοῦ Χριστοῦ ποίμνιον ἐνεχειρίσθη. Ὅταν δὲ ἐπὶ τὸν θρόνον τοῦτον ἀνήγετο, πολλὴ ἦν ἡ δυσκολία, ἄρτι τοῦ διωγμοῦ παυσαμένου, καὶ τῶν λειψάνων ἔτι μενόντων τῆς χαλεπωτάτης ζάλης, ἀλλὰ καὶ τάχα ἡ τῶν αἱρετικῶν ἐπανάστασις, ἐπ’ αὐτοῦ τὴν ἀρχὴν λαβοῦσα, ὑπὸ τῆς
ἐκείνου σοφίας ἐνεκόπτετό τε καὶ ἐκωλύετο, καθὼς καὶ ὁ τίμιος Χρυσόστομος, ἐγκωμίοις αὐτὸν τιμήσας. Οὗτος θεαρέστως ποιμάνας τὸ πιστευθὲν αὐτῷ ποίμνιον, καὶ ἀγγελικῶς ἐπὶ γῆς βιώσας, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ῥάφτης, ὁ ἐκ Θάσου, ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1652, ξίφει τελειοῦται.
Σεμνύνεται νῦν Θάσος ἡ πατρὶς φίλη,
Σὲ Mάρτυρα πλουτοῦσα. Ὢ πλοῦτου ξένου!

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Νεοφύτου τοῦ Σιναΐτου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου, τοῦ πρωτοπρεσβυτέρου τῆς Κρονστάνδης.
Χριστῷ συναφθεὶς ὅλος ἐξ ὅλου Πάτερ,
Μέγας χριστουργός, Ἰωάννη ἐδείχθης.
Ὁ ὅσιος καὶ θεοφόρος νέος πατὴρ τῆς Ἐκκλησίας Ἰωάννης, ὁ τῆς Κρονστάνδης προστάτης καὶ ἀκέστωρ, ἐγεννήθη ἐν τῇ ἀσήμῳ κώμῃ Σούρα τῆς Βορείου Ῥωσίας τῷ 1829 καὶ ἀνετράφη ὑπὸ τῶν εὐσεβῶν αὐτοῦ γονέων ἐν φόβῳ Θεοῦ. Τυχῶν θεολογικῆς μορφώσεως ἐσχόλαζεν ἐν τοῖς συγγράμμασι τῶν Ἁγίων Γραφῶν, τοῦ Ἱεροῦ Χρυσοστόμου καὶ τοῦ Φιλαρέτου Μόσχας. Λαβὼν ὡς σύζυγον τὴν θυγατέρα τοῦ ἱερέως τῆς Κρονστάνδης διεδέχθη εἶτα αὐτὸν ἐν τῇ ἱερατικῇ αὐτοῦ διακονίᾳ. Διεκρίθη διὰ τὸ ποιμαντικὸν ἔργον καὶ τὴν φιλανθρωπικὴν αὐτοῦ δρᾶσιν. Ὅλος ὁ βίος αὐτοῦ ἧτο μία διαρκῇς προσφορὰ θυσίας ἐν τῷ Θυσιαστηρίῳ τῆς ἀγάπης τοῦ Θεοῦ. Εὐσυμπάθητος ὢν διένεμε καὶ τὰ αὐτοῦ ὑποδήματα τοῖς ἀνυποδήτοις καὶ κάμνουσιν. Ἵδρυσεν αὐτόθι τὴν Ἐργατικὴν Ἑστίαν πρὸς παροχὴν βοηθείας τοῖς πένησι καὶ ἐμπεριστάτοις. Ἐφήρμοσεν ἐν τῇ πράξει τὸν ἀρχαῖον θεσμὸν τῆς κοινῆς τῶν πιστῶν ἐξομολογήσεως, ἣν προσηρμοσε ταῖς ἰδιαζούσαις συνθῆκες τῆς ἐλλόγου αὐτοῦ ποίμνης. Εὐαρεστήσας Θεῷ καὶ ἀνθρώποις καὶ αὐτουργὸς θαυμάτων γενόμενος τὸ ζῆν ἐξεμέτρησε καὶ μέτοχος τῶν ἀκηράτων ἀγαθῶν ἐγένετο τῶν ἡτοιμασμένων ἀπὸ καταβολῆς κόσμου. Ἐκοιμήθη τῇ εἰκοστῇ Δεκεμβρίου τοῦ σωτηρίου ἔτους 1908.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ ἀρχιμανδρίτου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου, ἀρχιεπίσκοπος Βορόνεζ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', ὁ Προεόρτιος. Τῶν ἐν καμίνῳ Παίδων
Τὴν τοῦ Χριστοῦ ἐν σώματι δηλῶν, ἀνάδειξιν, ὁ Ἱερεμίας ἐκβοᾷ· Ἐπὶ τῆς γῆς σωματωθεὶς ὁ Θεὸς ὤφθη, ἐπιστήμης εὗρέ τε πᾶσαν ὁδόν, γεννηθεὶς ἐν Βηθλεὲμ ἐκ Μητρός.
Ἰδοὺ ἐκ ῥίζης ῥάβδος, ἐβλάστησεν, ἄνθος ἀναθάλλουσα Χριστόν· καὶ ἐπ' αὐτῷ νῦν τικτομένῳ ἐν Σπηλαίῳ, Πνεῦμα ἀναπαύσεται, συνέσεως καὶ βουλῆς, καὶ θείας γνώσεως.
Ἀκουτισθῶμεν λόγων ἱερῶν. ὁ Κύριος τίκτεται Παιδίον δι' ἡμᾶς, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου ἐγενήθη, καὶ καλεῖται Ἄγγελος, βουλῆς μεγάλης Πατρός, ἄρχων εἰρήνης Χριστός.

Τοῦ Ἁγίου. Τῶν ἐν καμίνῳ
Οὐκ ἔσχες πῦρ φιλόϋλον ἐν σοί, Ἰγνάτιε, ὕδωρ δὲ ζῶν μᾶλλον καὶ λαλοῦν, ὕδωρ καλοῦν· Δεῦρο ταχὺ πρὸς τὸν Πατέρα, ὕδωρ τὸ ἁλλόμενον, τὸ ἐκ ζωῆς εἰς ζωὴν μετοχετεῦον ἡμᾶς.
Οἱ τῶν θηρῶν ὀδόντες μοι φησί, γενέσθωσαν, ξίφη καὶ ῥομφαῖαι καὶ σφαγαί· τάφος δὲ μοι τὰ τῶν λεόντων σπλάγχνα ἔστω, καὶ τὸ πῦρ νεμέσθω μου, πρὸ τῆς φθορᾶς, τῆς δορᾶς τὸ ἐγκατάλειμμα.
Τὸ ζῆν ἐμοὶ οὐκ ἔστιν ἐραστόν, ἐν σώματι· πνεύματι γὰρ ζῆν ἐπιποθῶ· ἐμοὶ τὸ ζῆν Χριστὸς ὁ θεῖος ἔρως, πρὸς αὐτὸν ἐπείγομαι, αὐτὸν φησὶν ἀγαπῶ, αὐτοῦ τυχεῖν προσδοκῶ.
Ἐμοὶ γλυκὺς ὁ θάνατος φησίν, ἡδέα μοι, πάντα τὰ τῶν πόνων ἀλγεινά, θῆρες τερπνοί, δρόσος τὸ πῦρ ἐστὶ μοι τοῦτο· οὐ τοῦ ζῆν ἀνθέξομαι· διὸ καὶ σπεύδω θανεῖν, ἵνα συζήσω Χριστῷ.
Δόξα...
Τριαδικὴν προσάξωμεν ᾠδὴν δοξάζοντες, ἄναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν μίαν οὐσίαν, ἣν τρισσῶς ὑμνήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος, κράζοντες· ὁ τῶν Πατέρων Θεός.
Καὶ νῦν... Θεοτοκίον
Ὁ τοῖς Προφήταις πάλαι προῤῥηθείς, ἐγγίζει μοι, βρέφος ἐκ Παρθένου κυηθείς. Χαίρει Ἀδάμ, καὶ ἡ Προμήτωρ Εὔα, τῶν ὠδίνων λέλυται· καὶ συγχορεύει Δαυΐδ, ὁ τῆς Παρθένου πατήρ.

ᾨδὴ η', ὁ Προεόρτιος Ὃν φρίττουσιν Ἄγγελοι
Ὁ Κύριος ἔρχεται, ἐν ξένῳ τοκετῷ, σαφῶς εἰς τὰ ἴδια, δεξώμεθα αὐτόν, ὅπως ξενωθέντας Παραδείσου τρυφῆς, πάλιν οἰκειώσῃ, τικτόμενος Σπηλαίῳ.
Ἰδοὺ ἡ ἀνάκλησις, ἡμῶν ἐπιδημεῖ· ἠχήσωμεν ᾄσματα, χαρμόσυνα σπουδῇ, καὶ ᾄσωμεν μέλη προεόρτια, τῷ ἐν σμικροτάτῳ, χωρουμένῳ Σπηλαίῳ.
Ὡς ὤμοσε Κύριος, πεπλήρωκεν ἰδού, ἐκ σπέρματος δοὺς ἡμῖν, Δαυῒδ τὴν ἑαυτοῦ, Μητέρα Παρθένον, ἐξ ἧς βρέφος σαρκί, ἐτέχθη ἐν πόλει, Βηθλεὲμ ὑπὲρ λόγον.

Τοῦ Ἁγίου. Ὃν φρίττουσιν Ἄγγελοι.
Ὑμνείσθω Ἰγνάτιος, ὁ μέγας Ἱερεύς, διττῶς στεφανούμενος, ὡς Μάρτυς καὶ Ποιμήν· ἀθλήσας γὰρ οὗτος, δι ἀγάπην Θεοῦ, ἐρῶν τοῦ ἐρᾶσθαι, παθεῖν οὐ παρῃτεῖτο.
Διψῶν τὸ ποτήριον τοῦ πάθους τοῦ Χριστοῦ, δεσμώτης ἀνέτρεχες, Ἰγνάτιε σοφέ, καὶ φθάσας τὸ σκάμμα, οὐκ ἐπαύσω βοῶν· Διψῶ τοῦ διψᾶσθαι, Χριστῷ εἰς τοὺς αἰῶνας.
Τοῖς δρόμοις τῆς Πίστεως, ὡς ἥλιος τὴν γῆν, γενναίως διέδραμες, ἀπ' ἄκρων οὐρανοῦ, καὶ δύνας ἀδύτως, ἀπὸ γῆς εἰς Χριστόν, τὸ φῶς συναστράπτεις, αὐτῷ τῆς ἀφθαρσίας.
Δεσμοῖς κατεχόμενος, διώδευσας τὴν γῆν, μυρίσας τοῖς ἄθλοις σου, ἡμᾶς τοὺς ἐν αὐτῇ, καὶ νῦν μετὰ τέλος, ὥσπερ κρίνον ἀγροῦ, καὶ κρίνον πεδίου, ἡμᾶς εὐωδιάζεις.
Δόξα...
Μονὰς οὐσιότητι, ὑμνείσθω ἡ Τριάς, τριὰς ὑποστάσεσι, τιμάσθω ἡ Μονάς, ὡς μία τῇ φύσει, τοῖς προσώποις δὲ τρεῖς, οὐ διαιρουμένη, οὐ συναλειφομένη.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἄστρον ἀνέτειλε, Χριστὸς ἐν, Ἰακώβ, καὶ Μάγοι συντρέχουσιν, ἐν πόλει Βηθλεέμ, ὑμνῆσαι, τιμῆσαι, προσκυνῆσαι αὐτῷ, τεχθέντι ἐκ μήτρας, Ἁγνῆς τῆς Θεοτόκου.

ᾨδὴ θ', ὁ Προεόρτιος Τὴν ζωοδόχον Πηγὴν τὴν ἀέναον
Σὺν Πατριάρχαις, Δικαίοις τε ἅπασι, καὶ τοῖς Ἁγίοις Προφήταις σκιρτήσωμεν, ἐκ Παρθένου Κύριος, Ἰησοῦς ἡ λύτρωσις, ὁ φωτισμὸς ἡ ζωὴ ἡ σωτηρία, νῦν ἐν τῇ Πόλει, Δαυῒδ ἀποτίκτεται.
Ἤδη τῆς θείας τοῦ Λόγου σαρκώσεως, πᾶσιν ἠνοίχθη σαφῶς τὰ προπύλαια, οὐρανοὶ ἀγάλλεσθε· Ἄγγελοι σκιρτήσατε, καὶ εὐφραινέσθω ἡ γῆ σὺν τοῖς ἀνθρώποις, μετὰ Ποιμένων καὶ Μάγων ἐν πνεύματι.
Φέρει Χριστὸν ὥσπερ μύρον ἀκένωτον, τὸ νοητὸν ἡ Παρθένος ἀλάβαστρον, καὶ τοῦτο προέρχεται, ἐν Σπηλαίῳ πνεύματι, ἀποκενῶσαι σαφῶς, ὅπως πληρώσῃ, τῆς εὐωδίας αὐτοῦ τὰς ψυχὰς ἡμῶν.

Τοῦ Ἁγίου. Τὴν ζωοδόχον Πηγήν
Ὁ Θεοφόρος ἡμᾶς εἱστιάσατο, τοὺς ἱεροὺς αὐτοῦ ἄθλους προθεὶς ἡμῖν. Δεῦτε φιλομάρτυρες, ἱερῶς δρεψάμενοι, τὰ μυστικὰ τῶν τερπνῶν ᾀσμάτων ἄνθη, τὰς κορυφάς ἑαυτῶν στεφανώσωμεν.
Τὴν ἱεράν σου στολὴν ἱερώτατε, ἱερωτέραν εἰργάσω τοῖς ἄθλοις σου· διὸ καὶ τὸν στέφανον, διττῶς κομισάμενος, μετὰ Μαρτύρων ὑμνεῖς καὶ τῶν Ποιμένων, Ἱερομάρτυς Χριστὸν τὸν Θεὸν ἡμῶν.
Σῖτος Θεοῦ καθαρὸς εἰμι ἔλεγες, καὶ δι' ὀδόντων θηρίων ἀλήθομαι, ἵνα ἄρτος γένωμαι, ἱεροτελούμενος τῷ ἐραστῇ καὶ Θεῷ κεκαθαρμένος, ὃν καὶ ποθῶν, οὐ πτοοῦμαι τὸν θάνατον.
Ὡς ὑπερόπτης τῶν κάτω Ἰγνάτιε, καὶ ὑπηρέτης τῶν ἄνω μυήσεων, ὡς λατρείαν ἄμωμον, τελῶν καὶ τελούμενος, ἱερουργεῖς σεαυτὸν τῷ μαρτυρίῳ, πρός τε θηρία καὶ πῦρ ἑτοιμαζόμενος.
Σπλάγχνα θηρίων σοι τάφος γεγόνασιν· ἔχεις δὲ νῦν τὴν Σιὼν ἐνδιαίτημα, καὶ ζῇς ἐν καινότητι, ζωηφόρου Πνεύματος, ἐν οὐρανοῖς τῷ Χριστῷ συμβασιλεύων, καὶ ἐντρυφῶν τῇ αὐτοῦ ὡραιότητι.
Τῷ ἀπροσίτῳ φωτὶ ἐλλαμπόμενος, καὶ ἐν ταῖς ἄνω μοναῖς αὐλιζόμενος, ἱερὲ Ἰγνάτιε, τῷ Θεῷ καὶ Κτίστῃ σου, ὑπὲρ τῆς ποίμνης σου ταύτης ἐντυγχάνων, ἀδιαλείπτως μὴ παύσῃ δεόμενος.
Δόξα...
Τὸ ὑπεράρχιον φῶς ἡ ζωὴ ἡμῶν, Πατὴρ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τρισὶν ὑποστάσεσι, καὶ μιᾷ, θεότητι, ὑπερουσίως ἀεὶ θεολογείσθω, Τριὰς ἁπλὴ, συμφυὴς καὶ ὁμότιμος.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε Ἁγνὴ τοῦ Θεοῦ Πόλις ἔμψυχε, ἐν ᾗ Θεοῦ χωρηθῆναι εὐδόκησε· μὴ λιπὼν τὰ ἄνω γάρ, πρὸς σὲ καταβέβηκεν, ὡς ὑετὸς ἐπὶ γῆς Θεογεννῆτορ, καὶ ἐν τῇ πόλει Βηθλεὲμ βρέφος τίκτεται.

Ἐξαποστειλάριον προεόρτιον. Ἦχος γ'. Ἐπεσκέψατο ἡμᾶς
Σῖτος ὑπάρχω ἔλεγες, τοῦ Θεοῦ καὶ Σωτῆρος, καὶ δεῖ με νῦν ἀλήθεσθαι, δι' ὀδόντων θηρίων, Ἰγνάτιε Θεοφόρε, ὅπως ἄρτος ἡδύς τε, καὶ καθαρὸς ὀφθήσομαι, τῇ Ἁγίᾳ Τριάδι· ᾗ παρεστώς, μνημονεύοις πάνσοφε τῶν τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἱεράρχα καὶ Μάρτυς.

Ἐξαποστειλάριον τοῦ Ἁγίου. Ἦχος β'. Τοῖς μαθηταῖς συνέλθωμεν
Σῖτος ὑπάρχω ἔλεγες, τοῦ Θεοῦ καὶ Σωτῆρος, καὶ δεῖ με νῦν ἀλήθεσθαι, δι' ὀδόντων θηρίων, Ἰγνάτιε Θεοφόρε, ὅπως ἄρτος ἡδύς τε, καὶ καθαρὸς ὀφθήσομαι, τῇ Ἁγίᾳ Τριάδι· ᾗ παρεστώς, μνημονεύοις πάνσοφε τῶν τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἱεράρχα καὶ Μάρτυς.
Ἕτερον Ἐξαποστειλάριον τοῦ Ἁγίου. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Ὡς τετρωμένος ἔρωτι, ἀγάπης τοῦ Κυρίου σου. Ὁ ἐμὸς ἔρως ἐβόας, Χριστὸς ἐσταύρωται θέλων· διὸ διψῶ τοῦ διψᾶσθαι, καὶ ζῶν ἐρῶ τοῦ ἐρᾶσθαι· οὗ κοινωνὸς γενηθῆναι, ἐπιποθῶ καὶ τοῦ πάθους, καὶ τῆς αὐτοῦ βασιλείας.
Ἕτερον Ἐξαποστειλάριον προεόρτιον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Πιστοὶ τὰ προεόρτια, τῶν Γενεθλίων ᾄσματα, νῦν προηχήσωμεν πίστει· ἔρχεται ἥκει γὰρ Χριστός, ἐν Βηθλεὲμ τοῦ τεχθῆναι, ὡς βροτὸς ἐκ Παρθένου, καὶ ὁραθῆναι νήπιος, σπαργάνοις ἐνειλημένος, ὁ πρὸ αἰώνων ὑπάρχων.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, κατὰ ἀλφάβητον, Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ. Ἦχος πλ. β'. Αὐτόμελον
Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, οἱ ἐν Βηθλεέμ, ἑτοιμάσατε τὴν Φάτνην· ὁ λόγος γὰρ γεννᾶται· ἡ σοφία προέρχεται, δέχου ἀσπασμὸν ἡ Ἐκκλησία, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.

Ἀνίσχει ὁ Ἀστήρ, Ἰακὼβ ἐν τῷ Σπηλαίῳ. Δεῦτε καὶ ἡμεῖς, προεόρτια τελοῦντες, συνδράμωμεν τοῖς Μάγοις, τοῖς Ποιμέσι συνέλθωμεν· ἴδωμεν Θεὸν ἐν τοῖς σπαργάνοις, ἴδωμεν Παρθένον γαλουχοῦσαν, φρικτὸν θέαμα! Ὁ Βασιλεὺς τοῦ, Ἰσραήλ, Χριστὸς παραγίνεται.

Βουνοὶ γλυκασμόν, σταλαξάτωσαν· Ἰδοὺ γάρ, ἥκει ὁ Θεός, ἐκ Θαιμὰν Ἔθνη ἡττᾶσθε· Προφῆται Πατριάρχαι σκιρτήσατε· ἄνθρωποι χορεύσατε ἐνθέως, ὁ ἰσχυρὸς καὶ μέγας Ἄρχων, Χριστὸς τίκτεται· ὁ Βασιλεὺς τῶν οὐρανῶν, ἐν γῇ παραγίνεται.

Γῆθεν ἀνυψῶν, τοὺς βροτοὺς ὁ Πλάστης ἥκει, τὴν βασιλικήν, καινουργῶν αὖθις εἰκόνα· συγχάρητε τῶν ἄνω, αἱ Δυνάμεις ὑμνήσατε· ἔχθρας τὸ μεσότοιχον ἐλύθη, ἦλθεν ᾧ ἀπέκειτο· Θεὸς γάρ, βροτὸς γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

Δεῦτε οἱ πιστοί, ὑπαντήσωμεν τῷ ἐκ Κτίστῃ, ἥκοντι εἰς γῆν, Παρθένου ἀνατεῖλαι· ἁγνείᾳ λαμπρυνθῶμεν, ἀρεταῖς ἀπαστράψωμεν, τρόμῳ καὶ χαρᾷ ἑτοιμασθῶμεν, Χριστόν ἰδέσθαι βρεφωθέντα, νοὸς ὄμμασιν, ἡμᾶς θεοῦντα τοὺς βροτούς, ἄκρᾳ ἀγαθότητι.

Δόξα. Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί
Ἐγγίζει ὁ Χριστός, Βηθλεὲμ προετοιμάζου· ἤδη τῶν Ἐθνῶν, τὸ σωτήριον αὐγάζει. Εὐτρέπισον τὴν φάτνην, τοὺς Ποιμένας συνάγαγε, κάλεσον τους Μάγους ἐκ Περσίδος, αἱ Στρατιαὶ τῶν Ἀσωμάτων, Νοῶν κράζουσιν· ὁ Βασιλεὺς τῶν οὐρανῶν, Χριστὸς παραγίνεται.

Καὶ νῦν. Θεοτοκίον, Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί
Ζῆλός τε καὶ πῦρ, καταφάγεταί σε ἄφρον, πλάνε ἀληθῶς, καὶ τοῦ νόμου συκοφάντα· ἰδοὺ γὰρ ἡ Παρθένος, Ἡσαΐας ὡς ἔφησεν, ἔσχεν ἐν γαστρὶ καὶ ἐπὶ φάτνης, ἀνακλινεῖ τὸν Βασιλέα· διὸ ἅπαντες, οἱ ἐξ Ἰούδα τῆς φυλῆς, δυνάσται ἐκλείψουσιν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον προεόρτιον.
Σώματα ἁγνίσωμεν καὶ ψυχάς, καὶ μετὰ λαμπάδων, ὑπαντήσωμεν φαεινῶν, τῶ ἐν τῷ Σπηλαίῳ, τεχθῆναι ἐρχομένῳ, αὐτῷ ἀναβοῶντες· Κύριε δόξα Σοι.
Μεγαλυνάρια τοῦ Ἱερομάρτυρος.
Χαίροις θεοφόρε Μάρτυς Χριστοῦ, καὶ μὴ παύσῃ Τούτῳ, ἱκετεύων ὑπὲρ ἡμῶν, ὅπως κατακαύση, παθῶν αἰσχρῶν ἀκάνθας, καὶ βίον μεταλλάξη, πρὸς τὸ θειότερον.
Ὕδωρ τὸ ἁλλόμενον εἰς ζωήν, Ἰγνάτιε Πάτερ, θησαυρίσας ἐν τῇ ψυχῇ, ἔσπευσας τεθνάναι, ὑπὸ θηρῶν ἀγρίων· διὸ τὴν μακαρίαν, ζωὴν ἐτρύγησας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου